In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
αἰνιγματωδεστέραν ἔτι καὶ τούτων αὐτῶν ῥῆσιν εἰπὼν,
ἆρα τούτοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθὸν
λύγγα σημαίνει; πάλιν γὰρ ἐνταῦθα τὸ θολερὸν πνεῦμα,
καθάπερ ἤδη καὶ πρόσθεν, εὕρομεν ἀμφισβητουμένην ἔχον
τὴν νόησιν. ἀλλ’ ἐν ἐκείνῃ μὲν τῇ ῥήσει τὸ κατὰ τὴν
ἐκπνοὴν θολερὸν πνεῦμα εἰρῆσθαι ὑπ’ αὐτοῦ, ὡς λέλεκται,
πιθανὸν ἐφαίνετο. νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐρυγὰς, ἔνιοι
κελεύουσιν ἡμᾶς ἡγεῖσθαι λελέχθαι, καθάπερ ἄλλοι τὸ κατὰ
τὰς φύσας. εἴρηται δὲ καὶ πρόσθεν ὅτι θολερὸν οἱ μὲν
τὸ δυσῶδες, οἱ δὲ ἀτμῶδες ἤκουσαν, ὥσπερ καὶ τὸ θαλερόν.
ἔνιοι διὰ τοῦ α γράψαντες, τὸ οἶον θάλλον καὶ ἀκμάζον
καὶ μέγα λέγουσιν εἰρῆσθαι. προείρηται δέ μοι καὶ ὅτι
πολλάκις ἐν τοῖς ὁμολογουμένοις γνησίοις συγγράμμασιν ὁ
Ἱπποκράτης εἰρηκὼς, ἄλλοτε ἄλλας δυσπνοίας διαφορὰς; ἐν
τῷ δευτέρῳ καὶ ἕκτῳ πάσας ἐφεξῆς, οὐδαμόθι θολερὸν
ὠνόμασε πνεῦμα, καθάπερ οὐδὲ λύγγα θολερὰν οὐδὲ φῦσαν
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]