In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
ἀλλ’ ὑπ’ ἐκείνου μὲν ἓν γράφεσθαι βιβλίον ἐπιγραφὲν ὑπ’
αὐτοῦ κατ’ ἰητρεῖον, ὕστερον δὲ ὑπ’ ἄλλου τινὸς εἰς δύο
τμηθῆναι διὰ τὸ μέγεθος. ὅτι δὲ οὐδὲν οὔτ’ ἐξαρθρήματος
εἶδος οὔτε κατάγματος ὑπελείπετο πλὴν τὰ περὶ κεφαλὴν
γινόμενα τῷ ἄλλο ἐπ’ ἐκείνοις σύγγραμμα ποιήσασθαι, δῆλον
δὴ ἀναμνησθέντι σοι τῶν τ’ ἐν τῷ περὶ ἀγμῶν ὑπ’
αὐτοῦ διδαχθέντων, ὧν τε ἐν τούτῳ τῷ βιβλίῳ μέλλει διελθεῖν.
ἐν μὲν οὖν τῷ περὶ ἀγμῶν ἔγραψε περὶ πήχεος καὶ
βραχίονος καὶ κνήμης καὶ μηροῦ κατεαγότων, εἶθ’ ἑξῆς περὶ
τῶν ἐν ποδὶ καὶ ἄκρᾳ χειρὶ, κἄπειτα περὶ τῶν μεθ’ ἕλκους
καὶ ὅσα γυμνοῦνται τῶν ὀστῶν, εἶτα περὶ τῶν κατὰ γόνυ
καὶ κατ’ ἀγκῶνα πάντων· ὑπελείπετο οὖν ἔτι τῶν μὲν ἄρθρων
τὸ κατ’ ὦμον κατά τ’ ἰσχίον καὶ γόνυ καὶ ῥάχιν.
τῶν καταγμάτων δὲ τὰ κατὰ τὰς πλευρὰς καὶ γένυν καὶ
ῥίνα καὶ ὦτα, περὶ ὧν ἐν τούτῳ τῷ βιβλίῳ διῆλθεν. ἀλλὰ
καὶ περὶ διαστάσεως ὀστῶν καὶ περὶ θλασμάτων τῶν περὶ
τὰ ἄρθρα κατ’ ἀμφότερα τὰ βιβλία διαλεγόμενος, εἴ τι παρέλιπεν
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]