In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
Ὁ ωὐτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων
καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος. ἃ γὰρ ἂν τούτων
ἐξαρθρήσαντα ἐξίσχῃ, ἕλκος ποιησάμενα πάντα, ἢν
ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ ἐλπίδα σωτηρίης.
χώλωσις δὲ τοῖσι περιγενομένοισι. θανατωδέστερα
δὲ τοῖσιν ἐμβαλλομένοισίν ἐστι τὰ ἀνωτέρω τῶν
ἄρθρων· ἀτὰρ καὶ τοῖσιν ἐμβαλλομένοισι κινδυνωδέστερα
αὐτὰ ταῦτα. εἰ δέ τινι τὰ ἀνωτέρω ἄρθρα ἐξαρθρήσαντα
ἕλκος ποιήσαντα ἐξίσχοι, ταῦτα δέ τι καὶ
ἐμβαλλόμενα ταχυθανατώτατα ἔῃ καὶ μὴ ἐμβαλλόμενα
κινδυνωδέστερα. ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ
δοκέει ἐπιτηδειοτάτη εἶναι· ὅσοισι δὲ ἄρθρα δακτύλων ἢ
ποδὸς ἢ χειρὸς ἐξαρθρήσαντα ἕλκος ποιήσαντα ἐξέσχε,
μὴ κατεηγότος τοῦ ὀστέου, ἀλλὰ κατ’ αὐτὴν τὴν ξύμφυσιν
ἀποσπασθέντος, τούτοισιν εἰ ἐμβληθέντα ἐμμένει, ἔνι
μέντοι κίνδυνος σπασμοῦ, ἢν μὴ χρηστῶς ἰητρεύωνται,
ὅμως δέ τι ἄξιον ἐμβάλλειν, προειπόντα ὅτι φυλακῆς
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]