In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
ἔργων, οὐχ ὡς ἔνιοι νομίζουσιν, ἐπὶ τῶν ἀγαθῶν μόνων
εἴωθε λέγεσθαι. καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρόβλημα,
πότερον τύχῃ τινὶ τὰ κατὰ τὸν κόσμον διοικεῖται ἢ προνοίᾳ,
κατὰ τὸ κοινὸν εἴρηται σημαινόμενον, ὡς δῆλον ἐκ τῆς πρὸς
τὴν τύχην ἀντιθέσεως. ἔνιοι δ᾽ οὐ τύχην, ἀλλὰ τὸ αὐτόματον
ἀντιδιαιροῦνται τῇ προνοίᾳ, ταὐτὸν σημαίνοντες ἑκατέρᾳ
τῇ προσηγορίᾳ. καὶ μέντοι καὶ λέγεται πολλάκις ὑπὸ
τῶν φιλοσόφων ὁ κόσμος διοικεῖσθαι τῇ τοῦ βελτίστου
προνοίᾳ, προστιθέντων αὐτῶν τῇ τοῦ βελτίστου, διότι τὸ
τῆς προνοίας ὄνομα κοινὸν ἐπίστανται, χείρονός τε καὶ
βελτίονος. εἶπερ οὖν ἡ πρόνοια κατὰ τοῦτο τὸ κοινὸν εἴρηται,
δῆλον ὡς ἀπὸ τοῦ πρὶν ἔσεσθαι νοεῖν ὠνόμασται.
τὴν αὐτὴν δὲ καὶ τὸ τῆς προγνώσεως ὄνομα γένεσιν ἔσχηκεν.
ὅσα γὰρ αἰσθητὰ κατὰ τὴν ἑαυτῶν ὑπάρχοντα φύσιν
ἐκ τινων σημείων ἂν εὑρίσκωμεν, εἰκότως ταῦτα προνοεῖν
φαμεν, ὡς εἰ καὶ πρὸ τοῦ θεάσασθαι νοεῖν ἔφαμεν. καί
μοι δοκεῖ ἡ ἀντιθέτως λεγομένη τῇ τύχῃ, πρόνοια μὴ εἰρῆται
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]