In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
τε ἐν τῷ σύμπαντι σώματι καὶ τὰ ἐν τοῖς ὀφθαλμοῖς. ἔστι
δὲ τὰ γινόμενα σημεῖα ἐν τοῖς ὀφθαλμοῖς ὀλέθρια μετὰ τὴν
τρίτην ἡμέραν τοιάδε. φεύγειν τὴν αὐγὴν, δακρύειν, διαστρέφεσθαι,
τὸν ἕτερον ὀφθαλμὸν ἐλάττονα γίνεσθαι θατέρου.
τὰ λευκὰ μόρια κατ’ αὐτοὺς ἐρυθρὰ φαίνεσθαι, φλέβας
ἔχειν ἤτοι μελαίνας ἢ πελιδνὰς ἢ λήμας εἶναι ἐναιωρεῖσθαί
τε ἢ ἐξίσχειν ἢ κοίλους ἰσχυρῶς εἶναι, τοῦ τε προσώπου
παντὸς ἠλλοιοῦσθαι τὸ χρῶμα. πάντα γὰρ ταῦτά ἐστιν ὀλέθρια
καὶ ὅ τι περ ἂν αὐτῶν ἐπὶ τῷ προειρημένῳ γένηται
προσώπῳ, τεκμήριον οὐ σμικρόν ἐστι τοῦ μέλλοντος ἔσεσθαι
θανάτου. κατ’ αὐτὴν οὖν τὴν διάνοιαν δοκεῖ μοι συγκαταριθμεῖσθαι
τοῖς ἄλλοις σημείοις, ὅσα τῷ νεκρώδει προσώπῳ
δύνανται συνυπάρχειν καὶ τοὺς ἐξίσχοντας ὀφθαλμοὺς
καὶ μὴ δυναμένους συνυπάρχειν, ὅτι μὴ μόνον προκείμενον
ἦν αὐτῷ τὰ τῷ νεκρώδει σώματι συνυπάρχοντα λέγειν,
ἀλλὰ καὶ τῶν ὀλεθρίων σημείων ὅσα κατὰ τὸ πρόσωπον
φαίνονται ποιήσασθαι κατάλογον. ὥστ’ εἰ μὴ μόνον
ἓν, ἀλλὰ καὶ πλείω τῶν εἰρημένων δυνατὸν ἦν μὴ συνυπάρξαι
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]