In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
ἐνείη ἐν τῷ ὑποχονδρίῳ, τὸν ἐν τῷ βάθει τοῦ ὑποχονδρίου
γινόμενον παλμὸν ἢ σφυγμὸν ἐκ τῆς ἐνείη φωνῆς ἐνδείξασθαι
βουληθέντος αὑτοῦ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν
χρὴ τῶν τοιουτέων. ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται,
μανῆναι τούτους ἐλπίς. ἐπειδὴ θόρυβον ἢ παραφροσύνην
ὑπὸ τοῦ συμπτώματος ἔφη δηλοῦσθαι, διορίζεται νῦν
καὶ διδάσκει πηνίκα μὲν παραφροσύνη, πηνίκα δὲ θόρυβος
ἔσται μόνον. ὁ διορισμὸς δ’ ἀπὸ τῆς τῶν ὀφθαλμῶν κινήσεως,
οὓς οὐ νῦν μόνον, ἀλλὰ κἀπὶ τοῖς ἄλλοις ἅπασι νοσήμασιν,
ἐφ’ ὧν ὑποπτεύεις ἔσεσθαι παραφροσύνην, ἀκριβῶς
ἐπισκέπτου. τὸ γὰρ ἀστήρικτον αὐτῶν ἐκείνης ἐστὶ δηλωτικόν.
ἐνταῦθα δὲ οὐχ ἁπλῶς ἔφη παραφρονῆσαι τὸν ἄνθρωπον,
ἀλλὰ μανήσεσθαι σφοδράν τινα παραφροσύνην ἐπὶ
τῶν εἰρημένων σημείων γενήσεσθαι δηλῶν. ὅτι δὲ ἡ πυκνὴ
κίνησις τῶν ὀφθαλμῶν τὴν ὑποψίαν τῆς παραφροσύνης βεβαιοῖ
δῆλον οἶμαί σοι κἀκ τῶν ἤδη λεγομένων ἐπινοεῖν,
ἡνίκα τοὺς περὶ τοὺς ὀφθαλμοὺς μύας ἐλέγομεν αἰσθάνεσθαι
πρώτως τῶν κατὰ τὸν ἐγκέφαλον παθῶν. αὐτὸς δὲ ὁ ἐγκέφαλος
ἐπὶ διαφράγματι καὶ στόματι κοιλίας πάσχει, καθότι
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]