De Musculorum Dissectione ad Tirones (On the Dissection of Muscles)
Kühn 1830
τοῦ ποδὸς, ἕτερος δὲ ἰσχνὸς τὸν μικρὸν ἑκτὸς ἀπάγων, ὁ δὲ
τρίτος ἀνατείνων ὅλον τὸν πόδα. τὴν δὲ ἔκρυσιν ὁ μὲν
πρῶτος ῥηθεὶς ἐξ αὐτῆς τῆς κεφαλῆς ἔχει τῆς περόνης ἐπιπολῆς
ἐπὶ τῷ δέρματι τεταμένος· ἀφικνεῖται δ’ ἐντεῦθεν
ὡς ἐπὶ τὴν πρὸ τοῦ μικροῦ δακτύλου χώραν τοῦ ποδὸς
παρεχόμενος ἐκ τῶν ἔξω μερῶν τὸν ἀστράγαλον, ἵνα περ καὶ
τελευτήσας εἰς τένοντα στρογγύλον διὰ τῶν κάτω μερῶν τοῦ
ποδὸς ἐπὶ τὸ πρῶτον ἄρθρον ἀφικνεῖται τοῦ μεγάλου δακτύλου.
ἔνθα δὴ τούτου τοῦ μυὸς ἔκφυσις παύεται τοῦ
δευτέρου τῶν εἰρημένων μυῶν ἐστιν ἡ κεφαλὴ καὶ οὐ μετὰ
πολύ γε τῆς ἀρχῆς ὁ μῦς οὗτος εἰς τένοντα τελευτᾷ στρογγύλον,
ἰσχνὸς ὑπάρχων ὅλος. ἐφεξῆς δ’ αὐτῶν σχεδὸν ἤδη
πλησίον ἐστὶ τὸ μέσον τῆς περόνης. ὅθεν ὁ τρίτος ἐκφύεται
μῦς ὁ σείων τὸν πόδα, καθήκει τε καὶ οὗτος ἐπὶ τὰ
ἐκτὸς μέρη τὰ παρὰ τὸν σφυρὸν καὶ τὸν ἀστράγαλον εἰς
τένοντα τελευτῶν ἕνα καταφυόμενον εἰς τὸ προτεταγμένον
ὀστοῦν τοῦ μικροῦ δακτύλου. δισχιδὴς δ’ οὗτος κατὰ τὴν
ἔκφυσιν γίνεται τοὐπίπαν ἀνίσοις μέρεσι καὶ διεξέρχεταί τε
αὐτὸν μέσος ὁ τὸν μικρὸν δάκτυλον ἐκτὸς ἀπάγων. οἱ τρεῖς
Work
Title: De Musculorum Dissectione ad Tirones
English: On the Dissection of Muscles
Original: Περὶ μυῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 926-1026
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_115.xml [187 Kb]