De Musculorum Dissectione ad Tirones (On the Dissection of Muscles)
Kühn 1830
κατὰ τοῦ παραλλήλου τεταγμένον. εἰσὶ δὲ καὶ οὗτοι μὲν οἱ
μύες πέντε λοξῶν κινήσεων ἐξηγούμενοι τοῖς δακτύλοις ἀνάλογον
τοῖς ἐπὶ τῆς χειρὸς ἔξωθεν, οἱ δὲ ὑποκάτω τοῦ ποδὸς
ἑπτὰ μὲν κἀνταῦθα ταῖς ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς
ἑπτὰ μυσὶ κινήσεσιν ἕκαστον τῶν δακτύλων κινούντων, ὧν οἱ
δύο μύες καθάπερ ἐν τῇ χειρὶ τῶν πρώτων κατὰ τὸν καρπὸν
ὀστῶν ἀπεφύοντο καὶ οὗτοι κατὰ τὸν πόδα τῶν πρώτων
κατὰ τὸν ταρσὸν ἐπὶ πλεῖστον ἀπάγοντες τῶν ἄλλων δακτύλων
τοὺς ἔξωθεν, ἄλλοι δὲ ἐκ τῶν κάτω μερῶν εἰσι μύες
μικροὶ ἐκπεφυκότες ἐκ τῶν τοὺς δακτύλους καμπτόντων τενόντων
πρὶν ἀκριβῶς ἕκαστον αὐτῶν σχισθῆναι. τὸ δὲ ἔργον
τῶν μυῶν τούτων κάμπτειν τὸ μέσον ἄρθρον ἑκάστου
δακτύλου· τοῖς γὰρ ἐσχισμένοις ἤδη τένουσιν ἕτεροι μικρότεροι
μύες ἐπιφύονται. τοῖς δ’ ἔνδον ἐν τῇ χειρὶ τῆς λοξῆς
κινήσεως ἐξηγουμένοις ἑκάστῳ δακτύλῳ τὴν αὐτὴν ἀναλογίαν
ἔχοντες. τέσσαρες δέ εἰσι καὶ οὗτοι τὸν ἀριθμὸν ὥσπερ
κἀκεῖνοι. προσελθόντων δὲ αὐτοῖς δυοῖν μὲν τῶν τοὺς ἐσχάτους
Work
Title: De Musculorum Dissectione ad Tirones
English: On the Dissection of Muscles
Original: Περὶ μυῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 926-1026
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_115.xml [187 Kb]