Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum secundum Locos I-VI (On the Composition of Drugs according to Places I-VI)

Kühn 1826

τῇ ῥινὶ μελανθίῳ, ποτὲ μὲν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶς ἡμέρας, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ῥῖνα διὰ τῶν μυκτήρων ἢ τὸν κάμνοντα κελεύων ἀναῤῥοφεῖν αὐτό. ἐνίοτε δὲ ἐλαίῳ παλαιῷ τὸ αὐτὸ μελάνθιον λειῶν καὶ ὁμοίως χρώμενος. οὕτω μὲν οὖν αὐτῷ χρῆται καὶ ὁ Ἀρχιγένης ἐπὶ ἐμφράξεως μυκτήρων. τῷ δὲ πρώτῳ μετὰ ὄξους ὁ Κρίτων ἐπὶ τῶν ἰκτεριώντων.

[Περὶ ἡμικρανίας.] Πάθος ὀδυνηρὸν γίνεται κατὰ τὸ ἥμισυ μέρος τῆς κεφαλῆς ἐνίοτε μὲν τὸ δεξιὸν, ἔστι δ’ ὅτε καὶ κατὰ θάτερον, ὁριζόμενον τῇ κατὰ τὸ μῆκος αὐτῆς ἐκτεταμένῃ ῥαφῇ. καὶ τὰ πολλά γε κατὰ περίοδον παροξύνεται τῆς ὀδύνης αἰτίαν ἐχούσης, ἐπιῤῥοὴν ἀτμῶν ἢ χυμῶν ἤτοι πολλῶν ἢ θερμῶν ἢ ψυχρῶν. ἔνιοι μὲν οὖν αὐτῶν κατὰ τοὺς κροταφίτας μῦς ἀλγοῦσι σφοδρῶς καὶ πλείους γέ εἰσιν οἱ οὕτως ἀλγοῦντες. ἔνιοι δὲ καὶ μέχρι πλείστου τὴν ὀδύνην ἐπαναβαίνουσαν ἔχουσι, καί τινές γε οὕτω σφοδρῶς ἀλγοῦσιν, ὡς μηδὲ τὰς ἐπιβολὰς τῶν χειρῶν εὐκόλως φέρειν.

Work

Title: Galen: De Compositione Medicamentorum secundum Locos I-VI
English: On the Composition of Drugs according to Places I-VI
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 12

Pages: 378-1007

Publisher: Cnobloch, Leipzig

Download