De Antidotis (On Antidotes)
Kühn 1827
μήτε βοτανῶν, μήτε καρπῶν, μήτε σπερμάτων, μήτε ῥιζῶν,
μήτε χυλῶν. τὰ μὲν οὖν ἄλλα πάντα εἰλικρινῆ· νοθεύονται
δὲ ἔνιοι τῶν χυλῶν, ἀλλὰ καὶ τοῦτο σπανίως γίνεται. διὰ
γὰρ τὸ πλῆθος τῶν γενομένων βοτανῶν ἐν τῇ νήσῳ οὐ
πάνυ τι πανουργεῖν ἐπιχειροῦσιν οἱ κατ' αὐτὴν βοτανικοὶ,
οὐ μὴν οὐδ' ἡ καινουργία μεγάλη, καθάπερ ἐπ' ἄλλων, ἀλλ'
ἀντὶ τοῦ χυλὸν ἀψινθίου μόνου ποιήσασθαι πρασίου μιγνύουσιν,
ἤ τι τοιοῦτον παραποιοῦσι μικρὸν, ὥστε τοὺς ἐν
Ῥώμῃ μυροπώλας ὠνουμένους καθ' ἕκαστον ἔτος τὰ πλήρη
τῶν φαρμάκων ἀγγεῖα τὰ πλεκτὰ, πρῶτον μὲν ἕκαστον αὐτὸν
διδάσκεσθαι γνωρίζειν, εἰ καὶ μὴ πρότερον ἑορακώς
τις εἴη. πρὸς τούτῳ δὲ καὶ τὸ κάλλιστον ἐκ τῆς συνεχοῦς
θέας, ὁποῖόν ἐστι διδάσκεσθαι. μεμνημένοι γὰρ ὧν ὠνήσαντο
πέρυσι, ὅταν ἴδωσιν ἕτερον, ἄμεινον αὐτοῦ γνωρίζουσιν·
ἐν μὲν ταῖς βοτάναις, ὅσαι μετὰ τοῦ καρποῦ προσκειμένου
τοῖς ἀκρέμοσι κομίζονται, πολυκαρπότερον· εὐθαλέστερόν
τε καὶ ἁδρότερον, ἐσφιγμένον τε κατὰ τὴν οἰκείαν
οὐσίαν, ἔν τε τῷ χρόνῳ μὴ διαφθειρόμενον, ἐννοοῦντες
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]