De Antidotis (On Antidotes)
Kühn 1827
χρόνων ὁλόκληρον αὐτοῦ τὴν ἀπ' ἀρχῆς διασώζεσθαι δύναμιν.
ληροῦσι δ' ἔνιοι τῶν τοιούτων φαρμάκων τὸ κιννάμωμον
ἀγήρω διαμένειν φάσκοντες. οὐδὲ γὰρ ρ΄. οὐδὲ διακοσίων
ἐτῶν μεταξὺ γεγενημένων, ἀλλ' ὀλίγων, ὡς πρὸς
τοσοῦτον ἀριθμὸν, ἤδη τινὰ μεταβολὴν ἑόρακα τῷ παλαιοτέρῳ
κινναμώμῳ γεγενημένην. Ἀντωνίνῳ γοῦν σκευάζων
τὴν θηριακὴν ἐθεασάμην ἀγγεῖα πολλὰ ξύλινα, τὰ μὲν
ἐπὶ Τραϊανοῦ ταῖς ἀποθήκαις ἐγκαθέντα μετὰ κινναμώμου,
τὰ δὲ ἐπ' Ἀδριανοῦ, τὰ δὲ ἐπ' Ἀντωνίνου τοῦ μετὰ τὸν
Ἀδριανὸν ἄρξαντος, καὶ πάντα γε τῷ ὁμογενεῖ κινναμώμῳ
σαφῶς ἀλλήλων ὑπερεῖχε, κατά τε τὴν τῆς γεύσεως, καὶ
τῆς ὀσφρήσεως ἀτονίαν καὶ εὐτονίαν, ὅσον καὶ τῷ χρόνῳ,
καὶ μέντοι κομισθέντος ποτὲ ἐκ τῆς βαρβάρου, γλωττοκωμίου
μακροῦ πηχέων δ΄. καὶ ἡμίσεος, ἐν ᾧ δένδρον ὅλον ἦν
κινναμώμου τοῦ πρώτου γένους, ἐξ αὐτοῦ σύνθεσίν τινα τῷ
αὐτοκράτορι Μάρκῳ Ἀντωνίνῳ ποιησάμενος, ὅλην εὗρον
τὴν ἀντίδοτον ἱκανῶς τῶν ἄλλων ὑπερέχουσαν, ὥστε γευσάμενον
αὐτῆς τὸν αὐτοκράτορα μὴ περιμεῖναι χρόνον,
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]