De Optima Secta ad Thrasybulum (On the Best Sect)
Kühn 1821
ἐστι καταληπτὰ, αἰσθήσει κρίνεται, ὡς τὸ λευκὸν καὶ τὸ
μέλαν. ὅθεν καταγελᾷν δεῖ τῶν ἰατρῶν, ὅσοι τὴν τῶν φαινομένων
κρίσιν οὐχὶ τοῖς αἰσθητηρίοις, ἀλλ’ ἀποδείξει τινὶ
πειρῶνται ποιεῖσθαι· ὥσπερ ἀμέλει καὶ Ἀσκληπιάδης περὶ
τῶν ἐπιπεφυκότων τῇ καρδίᾳ ὑμένων διαλεγόμενος Ἐρασίστρατον
πεπλανᾶσθαί φησιν· Ἡρόφιλον γὰρ πολλὰ ἀνατετμηκότα
μὴ ἑωρακέναι, παρὸν αὐτὸν ἐπὶ τὴν τῶν φαινομένων
ἐξέτασιν κατὰ τὸ προσῆκον ἐλθόντα ἀποφήνασθαι
περὶ τοῦ πράγματος, καὶ μὴ δόξαις ἠλιθίαις ἀποπιστεῦσαι.
τῶν τοίνυν φαινομένων, ὅσα οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται,
κριτήρια, ὡς ἔφην, ἐστὶ τὰ αἰσθητήρια. τῶν δὲ φαινομένων
μὲν, μὴ ἐξ ἑαυτῶν δὲ, ἀλλ’ ἐξ ἑτέρων καταλαμβανομένων,
κριτήριόν ἐστιν ἡ συμπαρατήρησις. λέγω δὴ τῶν διὰ σημείων
καταλαμβανομένων. πάλιν αὖ τῶν κεκρυμμένων, ὥσπερ
πλείους αἱ διαφοραὶ, οὕτω καὶ τὰ κριτήρια διάφορα. ἐπὶ
δὲ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστιν, ὡς τὸ ἀδύνατόν
ἐστι τὸν αὐτὸν ἄνθρωπον ἅμα ἐν Ἀθήναις τε εἶναι καὶ ἐν
Αἰγύπτῳ, ἃ δὲ δι’ ἀποδείξεως καταλαμβάνεται. τῶν μὲν
Work
Title: De Optima Secta ad Thrasybulum
English: On the Best Sect
Original: Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 106-223
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_002.xml [233 Kb]