Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Theriaca ad Pamphilianum (On Theriac to Pamphilianus)

Kühn 1827

φαρμάκου τούτου καὶ ὅσα χρησάμενος αὐτὸς ἐπιτυχὼν κατώρθωσα, ταῦτ᾿ ᾠήθην δεῖν σοι προσφωνῆσαι συναγαγὼν, μετὰ τοῦ καὶ τοὺς τρόπους τῆς χρήσεως ὑπογράφειν, καὶ τὰς διαφορὰς τῶν παθῶν, καὶ τοὺς καιροὺς ἐφ᾿ ὧν τινων, καὶ πότε χρώμενος αὐτῇ τις οὐκ ἂν διαμαρτάνοι. κομιδῇ γὰρ ἀκούσου τινὸς εἶναι δοκεῖ μοι τὸ ἀποκρύπτεσθαί τι τῶν εἰς σωτηρίαν διαφερόντων, ὑπὲρ ἧς ἅπαντες οἱ κατὰ τὴν μητρόπολιν εὔχονται δικαίως, ἅτε δὴ κατ᾿ ἰδίαν εὐεργετούμενοι καὶ κοινῇ κοσμούμενοι, διὰ τῶν ὑπὲρ τῆς προνοίας τῇ πόλει πάσῃ κατασκευαζομένων κοινωφελῶν ἔργων. οἶδα δὲ καὶ τὰς ἄλλας πόλεις ἁπάσας ὅσαι Κρητικαὶ τῆς σῆς γνώμης τὸ περὶ πάντας δεξιὸν καὶ ἐπιεικὲς οὐ τιμώσας μόνον, ἀλλὰ καὶ ἀγαπώσας. εἰσὶ δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου καὶ ἐπὶ τῆς βασιλίδος πόλεως τοσοῦτοι τὸ πλῆθος φίλοι σοὶ μόνῳ Κρητῶν, ὅσοι τοῖς ἄλλοις ἅπασιν οὐκ εἰσὶν, ὥστ᾿ εὐλόγως ἄν τινα θαυμάσαι καὶ τὴν τύχην οἰκείως σοι θεμένην πρὸς τὴν φύσιν τοῦ τρόπου καὶ τοῦ ὀνόματος τὸ ἐπίσημον, ὡς ἂν προγινώσκουσαν ὅτι μέλλεις ὑπὸ πάντων

Work

Title: pseudo-Galen: De Theriaca ad Pamphilianum
English: On Theriac to Pamphilianus
Original: Περὶ θεριακῆς πρὸς Παμφιλιανόν

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 295-310

Publisher: Cnobloch, Leipzig

Download