Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Theriaca ad Pamphilianum (On Theriac to Pamphilianus)

Kühn 1827

ῥοὸς ἀφεψήματος. ἐπὶ δὲ τῶν ἐπιληπτικῶν, ὀλιγαιμίας μὲν περὶ τὴν ἕξιν οὔσης, μελικράτῳ, πολυαιμίας δὲ καὶ πάχους, ἐν ὀξυμέλιτι· τινὲς δὲ τῶν δοκίμων ἰατρῶν ἐπὶ τούτων νᾶπυ διδόασι προαναγαργαρίζεσθαι, ἔπειθ᾿ οὕτως τοῦ φαρμάκου προσφέρουσιν εἰς νύκτα μεθ᾿ ὕδατος, ὅσον Ἑλληνικοῦ κυάμου τὸ μέγεθος. καθόλου δι᾿ εἰπεῖν, ὅπου τὰ ἄλλα πάντα βοηθήματα μηδὲν ἰσχύσει, ἀλλ᾿ ἡττᾶται πρὸς τῶν νοσημάτων, ἐπὶ τούτων ἡ ἀντίδοτος πινομένη παραδόξως κατορθοῖ. ἤδη γοῦν καὶ ἐπὶ τῶν χολερικῶν ἀπαυδώντων καὶ ἐπὶ καρδιακῶν ἐν ἐσχάτοις ὄντων ἐπιδοθεῖσα παλιγγενεσίαν ὥσπερ τοῖς λαβοῦσιν ἐπεδωρήσατο. ἀλλ᾿ οὔτε δυνατὸν οὔτε ἁρμόζον περὶ πάντων γράφειν. ἀπὸ γὰρ τῶν γεγραμμένων τὶς ὁρμώμενος, δυνήσεται τοὺς λογισμοὺς μετατιθεὶς καὶ ἐπὶ τῶν λοιπῶν ἐπιτυχῶς αὐτῇ χρῆσθαι. τοὺς δὲ ἐπὶ πλέον ἤδη σπουδάζοντας ἐπαινεῖν τὸ φάρμακον παραμεμπτέον, οὐχ ὡς ἰατρικὴν, ὀχλαγωγικὴν δὲ μᾶλλον ὑπόσχεσιν αὐτῷ προσάπτοντας, οἳ καὶ πρὸς ὠταλγίαν αὐτό φασι ποιεῖν καὶ δυσηκοΐας καὶ ἀμβλυωπίας καὶ κιονίδας καὶ τὰς καλουμένας

Work

Title: pseudo-Galen: De Theriaca ad Pamphilianum
English: On Theriac to Pamphilianus
Original: Περὶ θεριακῆς πρὸς Παμφιλιανόν

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 295-310

Publisher: Cnobloch, Leipzig

Download