De Remediis Parabilibus (On Handy Medications)
Kühn 1827
αὐτὴν φιλοτιμίας, δίκαιον ᾠήθην κατ᾿ ἐμὴν δύναμιν εἰσενέγκασθαι
ἐπικουρίαν τοῖς ἐν ὁδοῖς, μάλιστα καὶ κατ᾿ ἀγροὺς
καὶ κατά τινας ἐρήμους τόπους διατρίβουσιν, ἐφ᾿ ὧν τὰ μὲν
πάθη ῥᾳδίαν καὶ ἀπροσδόκητον ἔχει τὴν κατὰ τῶν σωμάτων
φορὰν καὶ δύναμιν, οὐκ ἔτι δὲ καὶ τὴν ἐκ τῶν ἰαμάτων ἐπικουρίαν
εὔπορον. οὔτε γὰρ φαρμάκων πολυτελῶν ἐν παντὶ
τόπῳ ῥᾴδιον εὐπορεῖν οὔτε τοὺς χρησομένους αὐτοῖς ἰατροὺς
ἀφθόνως ἔχειν ἐπιτηδείους, οὔτε μὴν τὰς περιστάσεις παρεῖναι
τῆς ὑποπροσθέσεως καὶ ἀναβολῆς καιροὺς διδούσας, οἷον
ἐπὶ συνάγχης καὶ δηλητηρίων φαρμάκων καὶ τῶν ἰοβόλων,
αἱμοῤῥαγίας τε καὶ χολέρας καὶ τῶν τούτοις παραπλησίων.
διὰ ταῦτ᾿ οὖν οὐκ ἀκριβῶς καὶ ἐπιστημονικῶς θεραπείαν
καὶ πάντη τοῖς οἰκείοις θεωρήμασι συνεκπληρουμένην ἐνθάδε
λέγειν προυθέμην, ἀλλ᾿ ὅπως ἄν τις καὶ ἰδιώτης ἐκ
τοῦ παραχρῆμα βοηθεῖν ἕλῃ τοῖς κινδυνεύουσιν ἢ ἄλλως
πάσχουσι κατὰ τὸ ἐνδεχόμενον ἐκ τῶν ὡς οἷόν τε ἐπ᾿
ἀπόροις εὐπορουμένων βοῃθημάτων, ὑποθέσθαι δίκαιον ᾠήθην
Work
Title: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 311-581
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_004.xml [471 Kb]