Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: De Remediis Parabilibus (On Handy Medications)

Kühn 1827

οὖσαν τριχῶν, μετὰ τοῦ ἀναιμόχρουν φαίνεσθαι τὸν πεπονθότα τόπον. ἡμεῖς δὲ διὰ τί οὕτως ὠνόμασται οὐ πολυπραγμονοῦμεν. μοχθηρὸν δὲ πλῆθος ὑγρῶν αἴτιον τῆς γενέσεως εὑρόντες τῷ φυσικῷ λόγῳ ἑξῆς ἐπὶ τὰς θεραπείας χωρήσομεν. εἰσὶ δ᾿ αὐτῷ διαφοραὶ πλείους κατὰ τὴν χρόαν. αἱ μὲν γὰρ λευκότεραι, αἱ δὲ ὠχρότεραι, ἕτεραι δὲ μελάντεραι. δῆλον δὲ ὡς κακοχυμίας ἐστὶν ἅπαντα ἔγγονα τοιαῦτα. αἱ μὲν οὖν λευκότεραι ὑπὸ τῆς τοῦ φλέγματος κακοχυμίας γίγνονται, καὶ ἰῶνται τοῖς φλεγμαγωγοῖς τῶν καθαρτηρίων καὶ τοῖς ἀποφλεγματισμοῖς, αἱ δὲ ὠχρότεραι τοῖς τὴν τοιαύτην καθαίρουσι χολὴν, αἰ δὲ μελάντεραι τοῖς τὸν μελαγχολικὸν καθαίρουσι χυμόν. χρὴ γὰρ πρὸ τῆς τοῦ πεπονθότος μορίου θεραπείας ἅπαν προκαθαίρειν τὸ σῶμα, ὡς μηκέτι ἐπιῤῥεῖν ἐξ αὐτοῦ τὴν κακοχυμίαν τῷ πεπονθότι μέρει, καὶ εἶθ᾿ οὕτως ἑξῆς ἐπὶ τὸ πεπονθὸς μόριον παραγίγνεσθαι. ἔστι δὲ ἀποφλεγματικὰ μὲν πύρεθρον καὶ σταφὶς ἀγρία· θάτερον δ᾿ αὐτῶν ἢ καὶ ἄμφω μετὰ μαστίχης

Work

Title: pseudo-Galen: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 311-581

Publisher: Cnobloch, Leipzig

Download