Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Hominis (Nature of Man)

Littré 1849

σῶμα διαναπαύεται, τοσούτῳ χρονιώτερος οὗτος ὁ πυρετὸς τοῦ ἀμφημερινοῦ ἐστιν. Οἱ δὲ τεταρταῖοι τὰ μὲν ἄλλα κατὰ τὸν αὐτὸν λόγον, χρονιώτεροι δὲ μάλα τῶν τριταίων εἰσὶν, ὁκόσῳ ἔλασσόν τι μέρος μετέχουσι χολῆς τῆς τὴν θερμασίην παρεχούσης, τοῦ τε διαψύχεσθαι τὸ σῶμα πλέον μετέχουσιν· προσγίνεται δὲ αὐτέοισιν ἀπὸ μελαίνης χολῆς τὸ περισσὸν τοῦτο καὶ δυσαπάλλακτον· μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ σώματι ἐνεόντων χυμῶν γλισχρότατον, καὶ τὰς ἕδρας χρονιωτάτας ποιέεται. Γνώσῃ δὲ ἐν τῷδε, ὅτι οἱ τεταρταῖοι πυρετοὶ μετέχουσι τοῦ μελαγχολικοῦ· φθινοπώρου γὰρ μάλιστα οἱ ἄνθρωποι ἁλίσκονται ὑπὸ τῶν τεταρταίων καὶ ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτέων ἕως τῶν πέντε καὶ τεσσαράκοντα, ὅτι καὶ ἡ ἡλικίη αὕτη ὑπὸ μελαίνης χολῆς κατέχεται μάλιστα πασέων τῶν ἡλικιῶν, ἥ τε φθινοπωρινὴ ὥρη μάλιστα πασέων τῶν ὡρέων ἐπιτηδειοτάτη. Ὁκόσοι δ’ ἂν ἁλῶσιν ἔξω τῆς ὥρης ταύτης καὶ τῆς ἡλικίης ὑπὸ τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν πυρετὸν, ἢν μὴ ἄλλο τι κακουργῆται ὥνθρωπος.

Work

Title: Hippocrates: De Natura Hominis
English: Nature of Man
Original: Περὶ φύσιος ἀνθρώπου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 32-68

Publisher: Baillière, Paris

Download

Hipp-Gr_009.xml [50 Kb]