Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

Littré 1846

δὲ ἐπιχώριοι τῇσιν ὥρῃσι νοῦσοι δῆλαι τοὺς τρόπους· ὅ τι δ᾿ ἂν ἐξαλλάξῃ ἡ ὥρη, ὅμοια ἢ ἀνόμοια ἔσται τὰ νουσήματα, οἷα ἐν τῇ ὥρῃ ταύτῃ γίνεται· ἢν δ᾿ ὁμοίως ἄγῃ, τοιουτότροπα καὶ ἐπὶ τοιοῦτο εἱλκυσμένα, οἷον ἴκτερον φθινοπωρινόν· ψύχεα γὰρ ἐκ θαλπέων, καὶ θάλπος ἐκ ψύχεος· καὶ ἢν τὸ θερινὸν χολῶδες γένηται, καὶ αὐξηθὲν ἐγκαταλειφθῇ, καὶ ὑπόσπληνοι. Ὅταν οὖν καὶ ἦρ οὕτως ἀγάγῃ, καὶ ἦρος γίνονται ἴκτεροι· ἐγγυτάτω γὰρ αὕτη ἡ κίνησις τῇ ὥρῃ κατὰ τοῦτο τὸ εἶδός ἐστιν. Ὅταν δὲ θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτες ἐν τοῖσι πυρετοῖσι, καὶ εὔτροποι, καὶ οὐ κατόξεες, οὐδὲ κατάξηροι γλώσσῃσιν. Ὅταν δὲ χειμέριον γένηται ἦρ καὶ ὀπισθοχειμὼν, χειμεριναὶ καὶ αἱ νοῦσοι, καὶ βηχώδεες, καὶ περιπλευμονικαὶ, καὶ κυναγχικαί. Καὶ φθινοπώρου, ἢν μὴ ἐν ὥρῃ καὶ ἐξαίφνης χειμάσῃ, μὴ ξυνεχέως τοιαύτας νούσους ποιέει διὰ τὸ μὴ ἐν, ὥρῃ ἦρχθαι, ἀλλὰ ἀνώμαλα γίνεται· διόπερ καὶ αἱ ὧραι ἄκριτοι καὶ ἀκατάστατοι γίνονται, ὥσπερ καὶ αἱ νοῦσοι, ἐὰν προεκρηγνύωνται, ἢ προκρίνωνται, ἢ ἐγκαταλείπωνται· φιλυπόστροφοι γὰρ καὶ αἱ ὧραι γίνονται, οὕτω νοσοποιέουσαι. Προσλογιστέον οὖν, ὁκοίως ἂν ἔχοντα τὰ σώματα αἱ ὧραι παραλαμβάνωσιν.

Work

Title: Hippocrates: De Humoribus
English: Humours
Original: Περὶ χυμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 476-502

Publisher: Baillière, Paris

Download

Hipp-Gr_011.xml [32 Kb]