Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Carnibus (Fleshes)

Littré 1853

καὶ οὗτοι. Ἔστι δὲ καὶ τῷδε τεκμήρασθαι· τὸ παιδίον ἑπτάμηνος γόνος γενόμενον, λόγῳ γεγένηται, καὶ ζῇ, καὶ λόγον ἔχει τοιοῦτον καὶ ἀριθμὸν ἀτρεκέα ἐς τὰς ἑβδομάδας· ὀκτάμηνον δὲ γενόμενον, οὐδὲν βιοῖ πώποτε· ἐννέα δὲ μηνῶν καὶ δέκα ἡμερέων γόνος γίγνεται, καὶ ζῇ, καὶ ἔχει τὸν ἀριθμὸν ἀτρεκέα ἐς τὰς ἑβδομάδας· τέσσαρες δεκάδες ἑβδομάδων ἡμέραι εἰσὶ διηκόσιαι ὀγδοήκοντα· ἐς δὲ τὴν δεκάδα τῶν ἑβδομάδων ἑβδομήκοντα ἡμέραι. Ἔχει δὲ καὶ τὸ ἑπτάμηνον γενόμενον τρεῖς δεκάδας ἑβδομάδων, ἐς δὲ τὴν δεκάδα ἑκάστην ἑβδομήκοντα ἡμέραι, τρεῖς δεκάδες δὲ ἑβδομάδων αἱ σύμπασαι δέκα καὶ διηκόσιαι. Καὶ αἱ νοῦσοι οὕτω τοῖς ἀνθρώποις ὀξύταται γίνονται, ἡμερέων παρελθουσέων ἐν τῇσιν ἀνακρίνονται καὶ ἀπέθανον ἢ ὑγιέες ἐγένοντο, [τεσσάρων, ἥμισυ ἑβδομάδος· καὶ δευτεραῖαι ἐν μιᾷ ἑβδομάδι·] καὶ τριταῖαι ἕνδεκα ἡμέρῃσιν, ἐν μιᾷ ἑβδομάδι καὶ ἥμισυ ἑβδομάδος· καὶ τεταρταῖαι ἐν δυσὶν ἑβδομάσιν· καὶ αἱ πεμπταῖαι

Work

Title: Hippocrates: De Carnibus
English: Fleshes
Original: Περὶ σαρκῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 584-614

Publisher: Baillière, Paris

Download

Hipp-Gr_019.xml [43 Kb]