De Prisca Medicina (Ancient Medicine)
Littré 1839
τό γε εὅρημα καὶ μέγα καὶ πολλῆς τέχνης τε καὶ σκέψιος. Ἔτι γοῦν καὶ νῦν οἱ τῶν γυμνασίων τε καὶ ἀσκησίων ἐπιμελόμενοι αἰεί τι προσεξευρίσκουσι, κατὰ τὴν αὐτέην ὁδὸν ζητέοντες ὅ τι ἔδων τε καὶ πίνων ἐπικρατήσει τε αὐτέων μάλιστα, καὶ ἰσχυρότερος αὐτὸς ἑωυτοῦ ἔσται.
5. Σκεψώμεθα γοῦν καὶ τὴν ὁμολογουμένως ἰητρικὴν, τὴν ἀμφὶ τοὺς κάμνοντας εὑρημένην, ἣ καὶ οὔνομα καὶ τεχνίτας ἔχει, εἰ κρατέειν καὶ αὐτὴ τῶν αὐτέων ἐθέλει, καὶ ὁπόθεν ποτὲ ἦρκται. Ἐμοὶ μὲν γὰρ, ὅπερ ἐν ἀρχῇ εἶπον, οὐδ᾿ ἂν ζητῆσαι δοκέοι ἰητρικὴν οὐδεὶς, εἰ ταὐτὰ διαιτήματα τοῖσί τε κάμνουσι καὶ τοῖσιν ὑγιαίνουσιν ἥρμοζεν. Ἔτι γοῦν καὶ νῦν ὅσοι ἰητρικῇ μὴ χρέονται, οἵ τε βάρβαροι καὶ τῶν Ἑλλήνων ἔνιοι τὸν αὐτὸν τρόπον, ὅν περ οἱ ὁγιαίνοντες, διαιτέονται πρὸς ἡδονὴν, καὶ οὔτ᾿ ἂν ἀπόσχοιντο οὐδενὸς ὧν ἐπιθυμέουσιν, οὔθ᾿ ὑποστείλαιντο ἄν. Οἱ δὲ ζητήσαντές τε καὶ εὑρόντες ἰητρικὴν, τὴν αὐτέην κείνοισι διάνοιαν ἔχοντες περὶ ὧν μοι ὁ πρότερος λόγος εἴρηται, πρῶτον μὲν οἶμαι, ὑφεῖλον τοῦ πλήθεος τῶν σιτίων αὐτέων τουτέων, καὶ ἀντὶ πλεόνων ὀλίγα ἐποίησαν· ἐπεὶ δ᾿ αὐτέοισι τοῦτό ἐστι μὲν ὅτε πρός τινος τῶν καμνόντων ἤρκεσε,
Work
Title: De Prisca Medicina
English: Ancient Medicine
Original: Περὶ ἀρχαίης ἰητρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1839
Series: Oeuvres complètes d'Hippocrate
Volume: 1
Pages: 570-636
Publisher: Baillière, Paris
Download
Hipp-Gr_020.xml [72 Kb]