De Prisca Medicina (Ancient Medicine)
Littré 1839
τῷ μὲν ψυχρῷ γίνεται ἀπὸ τοῦ θερμοῦ, τῷ δὲ θερμῷ ἀπὸ
τοῦ ψυχροῦ· ὅταν δὲ ἀποκριθείη χωρὶς ἑκάτερον, τότε λυπέει·
ἐν δὲ δὴ τουτέῳ τῷ καιρῷ, ὅταν τὸ ψυχρὸν ἐπιγένηται
καί τι λυπήσῃ τὸν ἄνθρωπον, διὰ ταχέος πρῶτον δι᾿ αὐτὸ
τοῦτο πάρεστι τὸ θερμὸν αὐτόθεν ἐκ τοῦ ἀνθρώπου, οὐδεμιῆς
βοηθείης οὐδὲ παρασκευῆς δεόμενον· καὶ ταῦτα καὶ ἐν ὑγιαίνουσι
τοῖσιν ἀνθρώποισιν ἀπεργάζεται, καὶ ἐν κάμνουσιν. Τοῦτο μὲν, εἴτις
θέλει ὑγιαίνων χειμῶνος διαψῦξαι τὸ σῶμα, ἢ λουσάμενος ψυχρῷ,
ἢ ἄλλῳ τῳ τρόπῳ, ὅσῳ ἂν αὐτὸ ἐπιπλέον ποιήσῃ, καὶ ἤν γε
μὴ παντάπασι παγῇ τὸ σῶμα, ὅταν εἵματα λάβῃ καὶ ἔλθῃ ἐς τὴν
σκέπην, μᾶλλον καὶ ἐπὶ πλέον θερμαίνεται τὸ σῶμα. Τοῦτο δὲ, εἰ
θέλοι ἐκθερμανθῆναι στερεῶς ἢ λουτρῷ θερμῷ, ἢ πολλῷ πυρὶ, ἐκ
δὲ τουτέου τὸ ωὐτὸ εἷμα ἔχων ἐν τῷ αὐτέῳ χωρίῳ τὴν διατριβὴν
ποιέεσθαι, ὥσπερ διεψυγμένος, πολὺ φανεῖται καὶ ψυχρότερος καὶ
ἄλλως φρικαλεώτερος. Εἰ ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρασκευαζόμενος
Work
Title: De Prisca Medicina
English: Ancient Medicine
Original: Περὶ ἀρχαίης ἰητρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1839
Series: Oeuvres complètes d'Hippocrate
Volume: 1
Pages: 570-636
Publisher: Baillière, Paris
Download
Hipp-Gr_020.xml [72 Kb]