De Prisca Medicina (Ancient Medicine)
Littré 1839
εὐρέος ἐς στενώτερον ἐστενωμέναι πρὸς τοῦτο τετεχνέαται, πρὸς
τὸ ἕλκειν ἀπὸ τῆς σαρκὸς καὶ ἐπισπᾶσθαι, ἄλλα τε πολλὰ τοιουτότροπα.
Τῶν δ᾿ ἔσω τοῦ ἀνθρώπου φύσις καὶ σχῆμα τοιοῦτον·
κύστις τε καὶ κεφαλὴ, καὶ ὑστέρα γυναιξί· καὶ φανερῶς ταῦτα μάλιστα
ἕλκει, καὶ πλήρεά ἐστιν ἐπάκτου ὑγρότητος αἰεί. Τά δὲ
κοῖλα καὶ ἐκπεπταμένα ἐπιῤῥυεῖσαν μὲν ἂν ὑγρότητα μάλιστα
δέξαιτο πάντων, ἐπισπάσαιτο δ᾿ἂν οὐχ ὁμοίως. Τὰ δέ γε στερεὰ
καὶ στρογγύλα οὔτ᾿ ἂν ἐπισπάσαιτο οὔτ᾿ ἂν ἐπιῤῥυεῖσαν δέξαιτο·
περιολισθάνοι τε γὰρ ἂν, καὶ οὐκ ἔχοι ἕδρην ἐφ᾿ ἧς μένοι. Τὰ δὲ
σπογγοειδέα τε καὶ ἀραιὰ, οἶον σπλὴν, πλεύμων καὶ μαζοὶ,
προσκαθεζόμενα μάλιστα ἀναπίοι καὶ σκληρυνθείη καὶ αὐξηθείη,
ὑγρότητος προσγενομένης, ταῦτα μάλιστα. Οὐ γὰρ ἂν ἐν
Work
Title: De Prisca Medicina
English: Ancient Medicine
Original: Περὶ ἀρχαίης ἰητρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1839
Series: Oeuvres complètes d'Hippocrate
Volume: 1
Pages: 570-636
Publisher: Baillière, Paris
Download
Hipp-Gr_020.xml [72 Kb]