Epidemiarum I (Epidemics I)
Littré 1840
πυρετῷ. Ἀσφαλέστατος δὲ πάντων, καὶ ῥήϊστος, καὶ
μακρότατος ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἀφ᾿ ἑωυτοῦ
τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νουσημάτων μεγάλων ἄλλων
ῥύεται. Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει
μὲν καὶ ὀξέα νουσήματα γίγνεσθαι, καί ἐστι τῶν λοιπῶν
οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες, καὶ ὅσοι ἄλλα
μακρότερα νουσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα
νοσέουσιν. Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ
ἡμερινὸς μακρότερος· ἔστι δὲ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες.
Ἑ βδομαῖος μακρὸς, οὐ θανατώδης· ἐναταῖος μακρότερος,
καὶ οὐ θανατώδης. Τριταῖος ἀκριβὴς, ταχυκρίσιμος, καὶ
οὐ θανατώδης. Ὁ δέ γε πεμπταῖος, πάντων μὲν κάκιστος·
καὶ γὰρ πρὸ φθίσιος, καὶ ἤδη φθινεῦσιν ἐπιγενόμενος,
κτείνει. Εἰσὶ δὲ τρόποι καὶ καταστάσιες, καὶ παροξυσμοὶ
Work
Title: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 598-716
Publisher: Baillière, Paris
Download
Hipp-Gr_023.xml [85 Kb]