De Capitis Vulneribus (Wounds in the Head)
Littré 1831
ἐκ τοῦ ὄπισθεν, τουτέῳ αἱ ῥαφαί εἰσιν ὁμοίως πεφυκυῖαι ὡς
γράμμα τὸ ἦτα, Η, γράφεται· πεφύκασι δὲ τῶν γραμμέων αἱ
μὲν μακραὶ, πρὸ τῆς προβολῆς ἑκατέρης ἐπικάρσιαι πεφυκυῖαι·
ἡ δὲ βραχείη διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πρὸς ἑκατέρην
τελευτῶσα τὴν μακρὴν γραμμήν. Ὅστις δὲ μηδ᾿ ἑτέρωθι
μηδεμίαν προβολὴν ἔχει, οὗτος ἔχει τὰς ῥαφὰς τῆς κεφαλῆς,
ὡς γράμμα τὸ χῖ, Χ, γράφεται· πεφύκασι δὲ αἱ γραμμαὶ, ἡ μὲν
ἑτέρη ἐπικαρσίη πρὸς τὸν κρόταφον ἀφίκουσα· ἡ δὲ ἑτέρη, κατὰ
μῆκος διὰ μέσης τῆς κεφαλῆς. Δίπλοον δ᾿ ἐστὶ τὸ ὐστέον κατὰ μέσην
τὴν κεφαλήν· σκληρότατον δὲ καὶ πυκνότατον αὐτέου πέφυκεν τό
τε ἀνώτατον, ᾗ ἡ ὁμοχροίη τοῦ ὀστέου ἡ ὑπὸ τῇ σαρκὶ,
Work
Title: De Capitis Vulneribus
English: Wounds in the Head
Original: Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1831
Series: Oeuvres complètes d'Hippocrate
Volume: 3
Pages: 182-260
Publisher: Baillière, Paris
Download
Hipp-Gr_025.xml [63 Kb]