Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Articulis (Joints)

Littré 1844

αὐτῶν λεπτότατοι ἔωσιν· γίνονται δὲ βόες λεπτότατοι, τοῦ χειμῶνος τελευτῶντος· τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα, εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι· δεῖ δέ· καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει, ὅτι πάντων τῶν προβάτων βόες μάλιστα πονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. Τούτοισι τοίνυν ἐκπίπτει μάλιστα· οὗτοι γὰρ μάλιστα λεπτύνονται. Τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχείην τὴν ποίην βόσκεσθαι· βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται· τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος· βοῒ δὲ παχείη μὲν ἡ προβολὴ τοῦ χείλεος, παχείη δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος· διὰ ταῦτα ὑποβάλλειν ὑπὸ τὰς βραχείας ποίας οὐ δύναται. Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφόδοντα ἐόντα, δύναται μὲν σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχείην ποίην ὑποβάλλειν τοὺς ὀδόντας, καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ ποίῃ μᾶλλον, ἢ τῇ βαθείῃ· καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχείη ποίη τῆς βαθείης, ποτὶ καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην.

Work

Title: Hippocrates: De Articulis
English: Joints
Original: Περὶ ἄρθρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1844

Series: Oeuvres complètes d'Hippocrate

Volume: 4

Pages: 78-326

Publisher: Baillière, Paris

Download

Hipp-Gr_027.xml [274 Kb]