Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Articulis (Joints)

Littré 1844

κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα, ἐπιδέουσι μὲν αὐτοὺς, σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι· ζώσαντες δὲ τὸν ἄνθρωπον ταινίῃ τινὶ, ᾗ εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος, ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα, τὴν ἀρχὴν τοῦ ὀθονίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν, καὶ οὕτως ἐπιδέουσιν, ἐπὶ τὴν ἴξιν τῆς κληῗδος ἐπιτανύοντες, ἐς τοὔπισθεν ἄγοντες· κἄπειτα περιβάλλοντες περὶ τὸ ζῶσμα, ἐς τοὔμπροσθεν ἄγουσι, καὶ αὖθις ἐς τοὔπισθεν. Οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ αὐτὴν τὴν ἕδρην, καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάτηγμα. Ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεομένῳ δὲ ἄχρηστα· οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ᾿ εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως· ἀλλ᾿ ὅμως εἰ καὶ κατακείμενος ἢ τὸ σκέλος συγκάμψειεν, ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο· ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις· ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται, ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται· τά τε αὖ περὶ τὴν ζώνην περιβαλλόμενα, οὐχ οὕτως

Work

Title: Hippocrates: De Articulis
English: Joints
Original: Περὶ ἄρθρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1844

Series: Oeuvres complètes d'Hippocrate

Volume: 4

Pages: 78-326

Publisher: Baillière, Paris

Download

Hipp-Gr_027.xml [274 Kb]