Vectiarius (Mochlicon)
Littré 1844
λεπτότητα. Καὶ ἐκπίπτει μᾶλλον, τοῖσι δὲ λεπτοῖσιν, ἢ ἰσχνοῖσι,
[ἢ ξηροῖσι] καὶ τοῖσιν ὑγράσματα περὶ τὰ ἄρθρα ἔχουσιν ἄνευ
φλεγμονῆς· αὐτὴ γὰρ συνδεῖ. Οἱ δὲ καὶ βουσὶν ἐμβάλλοντες καὶ
ἀποπερονῶντες ἐξαμαρτάνουσι, καὶ ὅτι διὰ τὴν χρῆσιν, ὡς χρῆται
βοῦς σκέλεϊ, λήθει, καὶ ὅτι κοινὸν καὶ ἀνθρώπῳ οὕτως ἔχοντι τὸ
σχῆμα τοῦτο· τό τε Ὁμήρειον· καὶ διότι λεπτότατοι βόες τηνικαῦτα.
Ὅσα τε τὸν πῆχυν πλάγιον ἀπὸ πλευρέων ἄραντες δρῶσιν,
οὐ πάνυ δύνανται δρᾷν, οἷσιν ἂν μὴ ἐμπέσῃ. Οἷσι μὲν οὖν ἐκπίπτει
μάλιστα, καὶ ὡς ἔχουσιν, εἴρηται. Οἷσι δὲ ἐκ γενεῆς, τὰ ἐγγύτατα
μᾶλλον βραχύνεται ὀστέα, οἷον ἐν τούτῳ οἱ γαλιάγκωνες· πῆχυς δὲ
ἧσσον, χεὶρ δὲ ἔτι ἧσσον, τὰ δ᾿ ἄνωθεν οὐδέν. Καὶ ἀσαρκότατα
ἐγγύς· μινύθει δὲ μάλιστα τὰ ἐναντία τῶν ὀλιθημάτων, καὶ τὰ ἐν
αὐξήσει, ἧσσον δέ τινι τῶν ἐκ γενεῆς. Καὶ τὰ παραπυήματα, τὰ
κατ᾿ ἄρθρον βαθέα, νεογενέσι μάλιστα παρ᾿ ὦμον γίνεται, καὶ τουτέοισιν
ὥσπερ τὰ ἐξαρθρήσαντα ποιέει. Ἢν δὲ ηὐξημένοισι, τὰ μὲν
ὀστέα οὐ μειοῦται, οὐδὲ γὰρ ἔχει, ᾗ ἄλλα οὐ ξυναύξεται ὁμοίως· αἱ
δὲ μινυθήσιες τῶν σαρκῶν· τοῦτο γὰρ καθ᾿ ἡμέρην καὶ αὔξεται καὶ
Work
Title: Vectiarius
English: Mochlicon
Original: Μοχλικός
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1844
Series: Oeuvres complètes d'Hippocrate
Volume: 4
Pages: 340-394
Publisher: Baillière, Paris
Download
Hipp-Gr_028.xml [66 Kb]