Epidemiarum VII (Epidemics VII)
Littré 1846
ταῦτα, βοείου γάλακτος ὡς τέσσαρας κοτύλας ἀττικὰς ὠμοῦ ἔπινεν. κατὰ δύο κυάθους δι᾿ ἡμέρης, πρῶτον ὕδατος τὸ ἕκτον μίσγων καὶ μέλανος οἴνου καὶ αὐτστηροῦ σμικρόν. Ἐμονοσίτει δὲ ἑσπέρην· ἄρτος ὡς ἡμιχοίνικος ἐγκρυφίης καὶ ἰχθύδιον πετραῖον ἁπλοῦν, ἢ κρεάδιον αἰγὸς ἢ προβάτου· ἡ δὲ πόσις τοῦ γάλακτος, ἐπὶ τεσσαράκοντα ἡμέρας ἄνευ ὕδατος μετὰ τὰς πρώτας δέκα ἡμέρας, οἴνου δὲ ὡς σμικρὸν μέλανος μέρος. Ἱδρώτιον δὲ ἐγένετο μετὰ τὰς ἑβδομήκοντα ἤδη ἀπὸ τῆς πρώτης μετὰ λουτρὸν ἐς νύκτα. Ὀλιγοποσίῃ δὲ ἐχρῆτο, καὶ μετὰ τὸ σιτίον τῷ ποτῷ αὐστηροτέρῳ, τοῖς ἄλλοισιν οὔ.
4. Κτησικράτει δὲ τὸ ἐν τῷ ἀλεύρῳ μᾶλλον τοῦ αἰγείου ὀῤῥοῦ ξυνήνεγκεν, ὀδύνης ἐούσης περὶ ὅλην τὴν κοιλίην, καὶ πόνων, καὶ ἀναστάσιος πολλῆς καὶ ὑφαίμου, καὶ ἐπάρματος περὶ τοὺς πόδας, σχεδὸν ἤδη περὶ πέντε καὶ εἴκοσιν ἡμέρας ἐόντι, καὶ Ἀγριάνῳ ταῦτα· τῷ δὲ Καινίου τὸ ὄνειον ἑφθόν.
5. Τῷ Κύδιος περὶ χειμερινὰς ἡλίου τροπὰς ῥῖγος καὶ πυρετὸς, καὶ ὠτὸς δεξιοῦ ἄλγημα, καὶ κεφαλῆς ὀδύνη· τὸ δὲ τοιοῦτον ἄλγημα εὐθὺς ἐκ σμικροῦ παιδίου παρηκολούθει ῥευματῶδες καὶ συριγγῶδες καὶ ἔνοδμον, ἔχον δὲ οὕτω τὰ πολλὰ ἀνώδυνον ἦν· τότε δὲ ἡ ὀδύνη ἦν δεινὴ καὶ ἡ κεφαλαλγίη. Δευτεραίῳ ἢ τριταίῳ ἐόντι, χολῆς ἔμετος ἀνακαθιζομένῳ ἐγένετο ὑπόχολον, γλίσχρον, ὡς ἐξ ὠοῦ, ὕπωχρον Τετάρτῃ ἐς νύκτα καὶ πέμπτῃ ὑποπαρελήρει· καὶ ἡ ὀδύνη τῆς κεφαλῆς καὶ τοῦ ὠτὸς δεινὴ, καὶ ὁ πυρετός. Ἕκτῃ, ὑποχώρησις ἀπὸ λινοζώστιος, καὶ ἡ θέρμη λῆξαι ἐδόκει καὶ ἡ ὀδύνη. Τῇ ἑβδόμῃ ὡς
Work
Title: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 364-468
Publisher: Baillière, Paris
Download
Hipp-Gr_034.xml [149 Kb]