Coa Praesagia (Coan Prenotions)
Littré 1846
οὖρον αἱματῶδες, ζοφῶδες, μεθ᾿ ὑποστάσιος ποικίλης ἀδιακρίτου,
θανάσιμον ἐν τέσσαρσι καὶ δέκα ἡμέρῃσιν ὡς ἐπιτοπολύ·
θανάσιμον δὲ καὶ ἐν τοῖσι πλευριτικοῖσι συντόμως καὶ τὸ πρασοειδὲς
μέλαιναν ἔχον ὑπόστασιν ἢ πιτυρώδεα. Καυσώδεσι δὲ κατόχως
κάκιστον οὖρόν ἐστι τὸ ἔκλευκον. 571. Οὖρον δὲ ὠμὸν
πλείονα χρόνον γινόμενον, τῶν ἄλλων σωτηρίων ἐόντων, ἀπόστασιν
καὶ πόνον σημαίνει, καὶ μᾶλλον ἐν τοῖσιν ὑπὸ φρένα· ἀλγημάτων
δὲ ἐν ὀσφύϊ πλανωμένων, ἐς ἰσχίον, καὶ ἐν πυρετῷ καὶ ἄνευ
πυρετοῦ. Τὸ δὲ ἐκπεμπόμενον λίπος ἴσχον οὖρον ὑπόστασιν, σημαίνει
πυρετόν· τὸ δὲ αἱματῶδες ἐν ἀρχῇ οὐρηθὲν, χρόνιον· τὸ δ᾿ ἀνατεταραγμένον
μεθ᾿ ἱδρῶτος, ὑποτροπήν· τὸ δὲ λευκὸν οἷον τῶν ὑποζυγίων
κεφαλαλγίην· τὸ δ᾿ ὑμενῶδες, σπασμόν· τὸ δὲ πτυαλώδεας ἔχον ὑποστάσιας
οὖρον ἢ ἰλυώδεας, ῥίγεος δηλωτικόν· τὸ δὲ ἀραχνιῶδες,
συντήξιος· τὰ δ᾿ ἐν πλανώδεσι πυρετοῖσι μέλανα νεφέλια, τεταρταίου·
τὰ δ᾿ ἄχροα μέλασιν ἐναιωρεύμενα μετὰ ἀγρυπνίης καὶ ταραχῆς,
φρενιτικά· τὰ δὲ κονιώδεα μετὰ δυσπνοίης, ὑδατώδεα. 572. Οὖρον
ὑδατῶδες ἢ τεταραγμένον ψαφερῇ τρηχύτητι, κοιλίην ὑγρὴν ἐσομένην
σημαίνει· τὸ δὲ ἔκλεπτον οὖρον δασυνόμενον, ἆρα ἱδρῶτα
μέλλοντα δηλοῖ, γεγενημένον δὲ, τὸ ἀφρῶδες ἐφ᾿ αὑτὸ ἐφιστάμενον;
573. Τὰ δ᾿ ἐν τριταίοισι μετὰ φρίκης, οἷα νεφέλια μέλανα,
φρίκης ἀκαταστάτου δηλωτικά· καὶ ὑμενώδεες οὐρήσιες, καὶ
Work
Title: Coa Praesagia
English: Coan Prenotions
Original: Κωακαὶ προγνώσιες
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 588-732
Publisher: Baillière, Paris
Download
Hipp-Gr_036.xml [181 Kb]