De Liquidorum Usu (Use of Liquids)
Littré 1849
ἑκάστῳ, μὴ πρόσω, οἴδαμεν βασανίζειν, οἷον τὸ θερμὸν τῷ χρωτὶ,
ἐξ ὑπερβολῆς ἐφ’ ἑκάτερα, ὡς ἀμφοῖν μὴ ἁμαρτάνῃ, σημαινόμενος
ταῖς βλάβαις ἢ οὐκ ὠφελείαις, οἷον χλιαροῦ· δεῖ γὰρ τῇσι βλάβῃσιν
ἢ τῇσιν ὠφελείῃσιν, κἂν ὦσι, χρῆσθαι μέχρι τοῦ ὠφελέοντος ἢ μέχρι
τοῦ βλάπτοντος. Τέγξις μὲν οὖν, ἀσθενές· ψύξις δὲ καὶ θάλψις,
ἰσχυρὸν, ὡς ἐξ ἡλίου· τὸ δὲ ψυχρὸν, θερμὸν ἐὸν ὡς ποτὸν, ἀσθενέον
τι. Ἀλλὰ τὸ μὲν θερμὸν, μὴ πρόσω καίειν, κρίνει δ’ αὐτὸς, πλὴν
τοῖσιν ἀφώνοισιν, ἢ παραπληγικοῖσιν, ἢ νεναρκωμένοισιν, ἢ οἷα ἐπὶ
τρώμασι κατεψυγμένοισιν ἢ ὑπερωδύνοισι, τούτοισι δὲ ἀναίσθητα·
λάθοις γὰρ ἂν κατακαύσας· καὶ τὰ ἐκπτώματα δὲ τὰ βαθέα καὶ τὰ
μεγάλα· ἤδη καὶ πόδες ἀπέπεσον, καταψυχθέντες, ἐκ καταχύσιος
θερμοῦ· ἀλλὰ τούτοισιν ὁ τοῦ καταχέοντος χρὼς, κριτής. Καὶ ψυχροῦ
δὲ ὡσαύτως. Τούτων δ’ αὐτῶν τὸ ὀλίγον ἑκατέρου, ἀσθενές· τὸ
δὲ πολὺ, ἰσχυρόν· ἀλλὰ μὴν ἐᾷν, μέχρι γένηται οὗ ἕνεκα ποιέεται·
τὸ ἔσχατον προπαύειν πρὶν γενέσθαι· τούτων δὲ ἑκάτερον βλάπτει.
Βλάπτει δὲ ταῦτα τὸ θερμὸν πλέον χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν,
νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας,
ταῦτα ἐς θάνατον· τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς,
ῥίγεα πυρετώδεα. Αἱ μὲν μετριότητες ἐκ τούτων. Τὰ δ’ ἄλλα βλάπτει
καὶ ὠφελέει τὰ εἰρημένα ἡδονῇσι καὶ εὐφορίῃσι καὶ ἀχθηδόσι καὶ
δυσφορίῃσιν, αἳ καθ’ ἓν ἕκαστον αὐτῶν ὁμολογοῦσαι φαίνονται.
Work
Title: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 118-136
Publisher: Baillière, Paris
Download
Hipp-Gr_039.xml [21 Kb]