De Liquidorum Usu (Use of Liquids)
Littré 1849
2. Ὑγιὲς σῶμα, τὸ μὲν ἐν σκέπῃ εἰθισμένον, ὅτι ἄηθες, ὅτι προσωτάτω τοῦ οἰκείου θάλπεος, ἐγγύτατα δὲ τοῦ ἀλλοτρίου ψύχεος, διὰ ταῦτ’ ἄρα τῷ θερμῷ ἥδεται καὶ φέρειν δύναται. Ἐγκέφαλος καὶ ὅσα ἀπὸ τούτου, ψυχρῷ μὲν ἄχθεται, θερμῷ δ’ ἥδεται, καὶ ἢν ἄρα ᾖ ψυχρότερον καὶ στερεώτερον φύσει. Καὶ πρόσω τοῦ οἰκείου θάλπεος, καὶ πλεῖστα αὐτῶν· διὰ τοῦτο ὀστέοισιν, ὀδοῦσι, νεύροισι· τὸ ψυχρὸν πολέμιον, τὸ δὲ θερμὸν φίλιον, ὅτι ἀπὸ τούτων σπασμοὶ, τέτανοι, ῥίγεα πυρετώδεα, ἃ τὸ μὲν ψυχρὸν ποιέει, τὸ δὲ θερμὸν παύει. Διὰ τοῦτο καὶ γονῇ ἀπὸ τοῦ θερμοῦ ἡδοναὶ καὶ προκλήσιες, ἀπὸ δὲ τοῦ ψυχροῦ ἀλγηδόνες καὶ ἀποτρέψιες· διὰ τοῦτο ὀσφὺς, στῆθος, νῶτον, ὑποχόνδρια μᾶλλον ψυχρῷ ἄχθεται, θερμῷ δ’ ἥδεται καὶ φέρειν δύναται· διὰ τοῦτ’ ἄρα ὀσφὺς, νῶτον, στῆθος, ὑποχόνδρια τὰ ἐναντία πέπονθεν, ὅτι ἐναντιαῖα· διὰ τοῦτ’ ἄρα τούτῳ τῷ χωρίῳ ἀσῶδες ἐνταῦθα χρωμένοισι τὸ θερμὸν, τὸ δὲ ψυχρὸν παύει· διὰ τοῦτ’ ἄρα ποτῷ ψυχρῷ ἥδεται, διὰ τοῦτ’ ἄρα βρώμασι τοῖσι θερμοῖσιν ἥδεται. Διὰ τοῦτ’ ἄρα καὶ κατὰ ἀκρέων ἐν λειποθυμίαις τὸ ψυχρὸν καταχεόμενον ὠφελέει. Ὅτι δὲ τὰ ὄπισθεν τῶν ἔμπροσθεν τὸ θερμὸν μᾶλλον ἀνέχεται, τὰ εἰρημένα αἴτια· ὅτι δὲ καὶ τὰ ψυχρὰ, ὀρθῶς· τά τε γὰρ ἄκρεα, ἔμπροσθεν, καὶ οὐκ ἐν σκέπῃ εἰθισμένα,
Work
Title: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 118-136
Publisher: Baillière, Paris
Download
Hipp-Gr_039.xml [21 Kb]