De Liquidorum Usu (Use of Liquids)
Littré 1849
ποιέον, οἷα χοιραδώδεα, κατὰ θώρηκα, καὶ ἄλλα σκληρά· ἀρχῷ
δὲ καὶ ὑστέρῃσιν οὐ πάνυ ἐνδέχεται, αἷμα ἐν ψύχει οὐρέουσιν. Ἕλκεσι
τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδυνώδεα ἀνεκπύητα
ποιέει, πελιαίνει, μελαίνει, ῥίγεα πυρετώδεα, σπασμοὺς,
τετάνους. Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος
μέσου, ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέει· θέρμη
δὲ ταῦτα ῥύεται, τὰ δὲ ἐν κεφαλῇ καὶ καρηβαρίας. Τὸ θερμὸν ἐκπυητικὸν,
οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφάλειαν, δέρμα
μαλθάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν·
τὸ δ’ ἐν κεφαλῇ, καὶ καρηβαρίαν λύει· πλεῖστον δὲ διαφέρει
ὀστέων κατήγμασι, μᾶλλον δὲ τοῖσιν ἐψιλωμένοισι, τούτων δὲ μάλιστα
τῶν ἐν κεφαλῇ τρώμασιν ἑκουσίοισι καὶ ἀκουσίοισι, καὶ ὅσα
ὑπὸ ψύχεος ἢ θνήσκει ἢ ἑλκοῦται, ἔτι ἑλκώμασιν ἑκουσίοισί τε καὶ
ἀκουσίοισιν, ἀπούρμασιν, ἕρπησιν ἐσθιομένοισι, μελαινομένοισιν
ἐν νούσοισιν, ἀκοῇ, ἕδρῃ, ὑστέρῃ, τούτοισι πᾶσι τὸ θερμὸν φίλιον
Work
Title: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 118-136
Publisher: Baillière, Paris
Download
Hipp-Gr_039.xml [21 Kb]