De Morbis I (Diseases I)
Littré 1849
τύχῃ, καὶ ὀδύνην παρέχει ὀξέην, ὥστε ἐνίοισι δοκέειν τὸ ῥῆγμα ἑωυτοῖσι μεθεστάναι· καὶ ἢν τύχῃ ὥστε ἐς τὸν ὦμον μεταστῆναι, βάρος τε ἐν τῇ χειρὶ παρέχει καὶ νάρκην καὶ νωθρίην· καὶ ἢν μὲν ἐς τὴν φλέβα σκιμφθῇ, ἣ ἐς τὸν ὦμόν τε καὶ τὸν νῶτον τείνει, παύεται ἡ ὀδύνη παραχρῆμα ὡς τὰ πολλά. Γίνεται δὲ τὰ σπάσματα καὶ ἀπὸ πόνων καὶ πτωμάτων, καὶ ἀπὸ πληγῆς, καὶ ἤν τις ἄχθος μέζον αἴρηται, καὶ ἀπὸ δρόμων καὶ πάλης, καὶ τῶν τοιούτων πάντων.
21. Ὁκόσοι δὲ ἀπὸ τρωμάτων ἔμπυοι γίνονται, ἢν ὑπὸ δόρατος, ἢ ἐγχειριδίου, ἢ τοξεύματος ἐσωτέρω τρωθῶσιν, ἕως μὲν ἂν ἔχῃ τὸ ἕλκος ἔξω ἀναπνοὴν ἀνὰ τὸ ἀρχαῖον τρῶμα, ταύτῃ τε τὸ ψυχρὸν ἐπάγεται ἐφ’ ἑωυτὸ, καὶ τὸ θερμὸν ἀφ’ ἑωυτοῦ ταύτῃ ἀφίησι, καὶ ἀποκαθαίρεται εὐκόλως τὸ πῦον καὶ ἢν δή τι ἄλλο. Καὶ ἢν μὲν ὑγιανθῇ τό τ’ ἔνδον καὶ τὸ ἔξω ὁμοῦ, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ τὸ μὲν ἔξω ὑγιανθῇ, τὸ δὲ ἔσω μὴ ὑγιανθῇ, ἔμπυος γίνεται· καὶ ἢν ὑγιανθῇ μὲν ὁμοῦ καὶ τὸ ἔσω καὶ τὸ ἔξω, ἡ δὲ οὐλὴ ἔσω ἀσθενὴς γένηται καὶ τρηχείη καὶ πελιδνὴ, ἀνελκοῦται ἐνίοτε, καὶ ὧδε ἔμπυος γίνεται· ἀνελκοῦται δὲ καὶ ἤν τι πονέσῃ πλέον, καὶ ἢν λεπτυνθῇ, καὶ ἢν φλέγμα ἢ χολὴ πρὸς τῇ οὐλῇ προσπαγῇ, καὶ ἢν νούσῳ ἑτέρῃ ληφθεὶς λεπτυνθῇ. Ὅταν δὲ γένηται ἕλκος, ἤν τε οὕτως, ἤν τε προσυμφυῇ τὸ ἔξω τοῦ ἔσω, ὀδύνην τε παρέχει ὀξέην καὶ βῆχα καὶ πυρετόν· καὶ τήν τε ψύξιν ἐπάγεται αὐτὸ ἑωυτῷ τὸ ἕλκος διὰ τὸ πλέον τε καὶ θερμότερον εἶναι· καὶ αὐτὸ ἀφ’ ἑωυτοῦ ἀποπνεῖ τὸ θερμὸν, καὶ τὸ πῦον ἀποκαθαίρεται, καὶ προσιητρεύεταί τε διὰ πλείονος, καὶ σχολαίτερον ὑγιαίνεται· ἐνίοτε δὲ οὐδ’
Work
Title: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 140-204
Publisher: Baillière, Paris
Download
Hipp-Gr_040.xml [98 Kb]