De Morbis I (Diseases I)
Littré 1849
οὖν τοῦ αἵματος, ἀνάγκη ψύχεσθαι καὶ τὸ ἄλλο σῶμα πᾶν, καὶ καλέεται ῥῖγος, ὁκόταν τοῦτο τοιοῦτον γένηται· κἢν μὲν ἰσχυρῶς γένηται, ῥῖγός τε ἰσχυρὸν καὶ τρόμος, αἱ γὰρ φλέβες συσπώμεναι, καὶ συνιόντος καὶ πηγνυμένου τοῦ αἵματος, συσπῶσί τε τὸ σῶμα καὶ τρέμειν ποιέουσιν· ἢν δέ τι ἧσσον ἡ ξύνοδος τοῦ αἵματος γένηται, τοῦτο δὲ καλέεται ῥῖγος· φρίκη δὲ, τὸ ἀσθενέστατον. Ὅτι δὲ μετὰ τὸ ῥῖγος ἀνάγκη πυρετὸν ἐπιλαβεῖν ἢ πλέω ἢ ἐλάσσω, ὧδε ἔχει· ὁκόταν τὸ αἷμα διαθερμαίνηταί τε καὶ ἀποβιᾶται καὶ ἀπίῃ πάλιν ἐς τὴν ἑωυτοῦ φύσιν, συνδιαθερμαίνεται καὶ τοῦ φλέγματος καὶ τῆς χολῆς τὸ ἐν τῷ αἵματι συμμεμιγμένον, καὶ γίνεται τὸ αἷμα θερμότερον αὐτὸ ἑωυτοῦ πολλαπλασίως· τούτων οὖν διατεθερμασμένων, ἀνάγκη πυρετὸν ἐπιγενέσθαι ὑπὸ τῆς θερμασίης τοῦ αἵματος μετὰ τὸ ῥῖγος.
25. Ἱδρὼς δὲ γίνεται διὰ τόδε· οἷσιν ἂν νοῦσοι κρίνωνται ἐν τῇσι κυρίῃσι τῶν ἡμερέων, καὶ τὸ πῦρ μεθίῃ, ἐκτήκεται ἀπὸ τοῦ ἐν τῷ σώματι φλέγματος καὶ τῆς χολῆς τὸ λεπτότατον, καὶ ἀποκρίνεται, καὶ χωρέει τὸ μὲν ἔξω τοῦ σώματος· τὸ δὲ ἔνδον καὶ αὐτοῦ ἐν τῷ σώματι ὑπολείπεται· τὸ δὲ ὑπὸ θερμασίης λεπτυνόμενον ἀτμὸς γίνεται, καὶ σὺν τῷ πνεύματι μισγόμενον ἔξω χωρέει. Ἔστι μὲν οὖν ταῦτα τοιαῦτα, καὶ ἀπὸ τούτων ἀπογεννᾶται ὁ ἱδρώς. Διότι δὲ ὁτὲ μὲν θερμὸς, ὁτὲ δὲ ψυχρός ἐστιν, οὕτως· ὁ μὲν θερμὸς ἀπὸ διατεθερμασμένου
Work
Title: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 140-204
Publisher: Baillière, Paris
Download
Hipp-Gr_040.xml [98 Kb]