Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Locis in Homine (Places in Man)

Littré 1849

31. Τὰ νοσήματα χρὴ ἀπ’ ἀρχῆς ἰᾶσθαι· ὅσα μὲν ἀπὸ τῶν ῥόων γίνεται, τοὺς ῥόους παύειν πρῶτον· ὅσα δ’ ἀπ’ ἄλλου, παύειν τὴν ἀρχὴν τοῦ νοσήματος, καὶ εὐτρεπίζειν· ἔπειτα τὸ συνεῤῥυηκὸς, ἢν μὲν πολὺ ᾖ, ἐξάγειν· ἢν δὲ ὀλίγον, διαιτῶν καθιστάναι.

32. Κεφαλῆς κατάγματα· ἢν μὲν τὸ ὀστέον καταγῇ καὶ ξυντριβῇ, ἀκίνδυνον· καὶ ἰᾶσθαι χρὴ τοῦτον ὑγραίνουσι φαρμάκοισιν· ἢν δὲ ῥαγῇ καὶ ῥωγμὴ ἐγγένηται, ἐπικίνδυνον· τοῦτον πρίειν, ὡς μὴ κατὰ τὴν ῥωγμὴν τοῦ ὀστέου ἰχὼρ ῥέων τὴν μήνιγγα σήπῃ· ὥστε γὰρ κατὰ στενὸν ἐσιὼν μὲν, ἐξιὼν δὲ οὒ, λυπέει καὶ μαίνεσθαι ποιέει τὸν ἄνθρωπον· τοῦτον χρὴ πρίειν, ὡς ἔξοδος ᾖ τῷ ἰχῶρι, μὴ μοῦνον ἔσοδος, εὐρέως διαπρισθέντος, καὶ φαρμάκοισι χρῆσθαι, ἅσσα ἐφ’ ἑωυτὰ τὸ ὑγρὸν ἕλκουσι, καὶ λούειν.

33. Πυρεταίνοντι κεφαλὴν μὴ κάθαιρε, ὡς μὴ μαίνηται· θερμαίνουσι γὰρ τὰ τὴν κεφαλὴν καθαίροντα φάρμακα· πρὸς δὴ τὸ ἀπὸ τοῦ πυρετοῦ θερμὸν τὸ ἀπὸ τοῦ φαρμάκου προσελθὸν μανίην ποιέει. Θανάσιμα τρώματα· ἐφ’ ᾧ ἄν τινι κακῶς ἔχοντι χολὴν μέλαιναν ἀπεμέσῃ, ἀποθνήσκει ὁ τὸ τρῶμα ἔχων. Καὶ ὑπὸ ἰνηθμοῦ ὃς ἂν ἐχόμενος καὶ ἔχων ἀσθενέως καὶ λεπτὸς ἐὼν ἐξαπίνης [ἐς] ξηρὸν καθίζῃ, ἀποθνήσκει. Ἐπὴν ὑπὸ θερμωλῆς ἐχομένῳ ἑλκύδρια ἐκθύωσιν ἀσθενεῖ ἐόντι πέριξ πελιδνὰ, ἀποθνήσκει. Ἐπὴν ὑπό τινος νοσήματος ἐχομένῳ ἀσθενεῖ ἤδη ἐόντι πελιδνὰ ἐκθύῃ, θανάσιμον. Ἐπὴν φάρμακόν τις πιὼν ὑπέρινος ᾖ καὶ κάτω καὶ ἄνω ὑπεκχωρέῃ, οἶνον καταῤῥοφεῖν τὸ μὲν πρῶτον κεκρημένον, ἔπειτα ἄκρητον θαμινὰ διδόναι,

Work

Title: Hippocrates: De Locis in Homine
English: Places in Man
Original: Περὶ τόπων κατὰ ἄνθρωπον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 276-348

Publisher: Baillière, Paris

Download

Hipp-Gr_042.xml [109 Kb]