De Fistulis (Fistulas)
Littré 1849
καταπλάσσειν τοῖσι σκορόδοισι θερμοῖσι. Καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκείτω· ἢν δὲ μὴ, πίσαι τὸ μηκώνιον τὸ λευκόν· ἢν δὲ μὴ, ἄλλο ὅ τι φλέγμα καθαίρει· διαιτᾷν δὲ, ἕως ἂν φλεγμαίνῃ, ῥυφήμασι κούφοισιν.
8. Ἡ δὲ στραγγουρίη ἐπιπίπτει ἐκ τῶνδε· θερμαινομένη ἡ κύστις ἐκ τοῦ ἀρχοῦ προσάγεται τῇ θερμότητι φλέγμα· ὑπὸ δὲ τοῦ φλέγματος στραγγουρίη γίνεται. Ἢν μὲν οὖν ἅμα τῇ νούσῳ παύηται, φιλέει γὰρ ὡς τὰ πολλὰ οὕτω γίνεσθαι· ἢν δὲ μὴ, δίδου τῶν φαρμάκων τῶν στραγγουρικῶν.
9. Ἢν δὲ ὁ ἀρχὸς ἐκπίπτῃ, ἀνώσας σπόγγῳ μαλθακῷ, καὶ καταχρίσας κοχλίῃ, τῶν χειρῶν δήσας, ἐκκρέμασον ὀλίγον χρόνον, καὶ εἴσεισιν. Ἢν δὲ μεῖζον ἐκπέσῃ καὶ μὴ μένῃ ἔνδον, διαζώσας ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ὄπισθεν ἐκ τοῦ διαζώματος ταινίην, ὤσας ἔσω τὸν ἀρχὸν, προσθεῖναι σπόγγον μαλθακὸν βρέξας ὕδατι θερμῷ, ἐνεψήσας λωτοῦ πρίσματα· καταχέαι δὲ καὶ κατὰ τοῦ ἀρχοῦ ἀπ’ αὐτοῦ τοῦ ὕδατος, τὸν δὲ σπόγγον ἐκπιέσαι· ἔπειτα ὑποτείνας τὴν ταινίην διὰ μέσων τῶν σκελέων, ἀναδῆσαι περὶ τὸν ὀμφαλόν. Ὅταν δὲ θέλῃ ἀφοδεύειν, ἐπὶ λασάνοισιν ὡς στενοτάτοισιν ἀφοδευέτω· ἢν δὲ παιδίον ᾖ, ἐπὶ γυναικὸς τῶν ποδῶν, πρὸς τὰ γούνατα προσκλιθείς. Ὅταν δὲ ἀφοδεύῃ, τὰ σκέλεα ἐκτεινάτω· οὕτω γὰρ ἂν ἥκιστα ἐκπίπτοι ἡ ἕδρη. Ἢν δὲ ὑγραίνηται ὁ ἀρχὸς, καὶ ἰχὼρ ἀποῤῥέῃ, περινίψαι τρυγὶ κεκαυμένῃ καὶ ὕδατι ἀπὸ μυρσίνης, καὶ ἀδίαντον ξηρήνας καὶ κόψας, διασήσας, κατάπασσε. Ἢν δὲ αἱμοῤῥοῇ, περινίψας τοῖσιν αὐτοῖσι, χαλκῖτιν καὶ πρίσμα κυπαρίσσου ἢ κέδρου
Work
Title: De Fistulis
English: Fistulas
Original: Περὶ συρίγγων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 448-460
Publisher: Baillière, Paris
Download
Hipp-Gr_046.xml [22 Kb]