De Fistulis (Fistulas)
Littré 1849
ἐρυθρὸν, καὶ τρίψας λεῖον, καὶ στυπτηρίην, καὶ ἅλας φώξας, καὶ
τρίψας λείους, συμμίξαι ἴσον ἑκάστου· εἶτα πίσσῃ ξυμμίξας ὡς
βελτίστῃ, ἐς ῥάκος ἐναλείψας, ἐντιθέναι καὶ καταδεῖν. Ἄλλο· καππάριος
φύλλα χλωρὰ τρίψας, ἐς μαρσίπιον ἐμβαλὼν, προσκαταδεῖν·
καὶ ἐπὴν καίειν δοκέῃ, ἀφαιρέειν καὶ αὖθις προστιθέναι. Ἢν δὲ μὴ
ᾖ φύλλα καππάριος, τὸν φλοιὸν τῆς ῥίζης κόψας, φυρήσας οἴνῳ
μέλανι, τὸν αὐτὸν τρόπον καταδεῖν. Τοῦτο καὶ πρὸς σπληνῶν ὀδύνην
ἀγαθόν. Τούτων τῶν καταπλασμάτων δύναται τὰ μὲν ψύχοντα
κωλύειν ῥεῖν, τὰ δὲ μαλθάσσοντα καὶ θερμαίνοντα διαχεῖν, τὰ δὲ ἐς
ἑωυτὰ ἕλκοντα ξηραίνειν καὶ ἰσχναίνειν. Τοῦτο δὲ τὸ νούσημα γίνεται,
ὅταν χολὴ καὶ φλέγμα ἐς τοὺς τόπους καταστηρίξῃ. Ἀρχοῦ δὲ
φλεγμήναντος, διαχρίειν τῷ φαρμάκῳ, ὅπη ἡ ῥητίνη καὶ τὸ ἔλαιον
καὶ ὁ κηρὸς καὶ ἡ μολύβδαινα καὶ τὸ στέαρ· ὡς θερμότατα διεῤῥήθησαν
καταπλάττεσθαι.
Work
Title: De Fistulis
English: Fistulas
Original: Περὶ συρίγγων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 448-460
Publisher: Baillière, Paris
Download
Hipp-Gr_046.xml [22 Kb]