Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prorrheticon II (Prorrhetic II)

Littré 1861

ἔτι πλανωμένης τῆς νούσου, καὶ πυρετήνειεν ὀξυτέρῳ πυρὶ, καὶ ἡ γαστὴρ ἐπιταθείη· ὥστε διὰ ταῦτα οὐκ ἀσφαλὲς προλέγειν πρόσθεν πρὶν ἂν κατάστασιν λαβεῖν τὸ νόσημα· μετὰ δὲ τοῦτον τὸν χρόνον ὅ τι ἂν παράλογον γένηται λέγειν χρή. Δῆλα δὲ τὰ διὰ τὴν ἀπειθίην γινόμενα κακά· αἵ τε γὰρ δύσπνοιαι καὶ τἄλλα ταῦτα τῇ ὑστεραίῃ πεπαύσεται, ἢν δι’ ἁμαρτάδα γένηται· ἢν οὖν τις ταύτην τὴν κρίσιν προϊδὼν λέγῃ, οὐχ ἁμαρτήσεται.

4. Ἐγὼ μὲν νῦν τόνδε τὸν τρόπον ἐσηγέομαι τῶν ἐπισκεψίων, καὶ περὶ τῶν οἴκοι μενόντων, οἷα ἐξαμαρτάνουσιν, καὶ περὶ τῶν γυμναζομένων τε καὶ τῶν ἄλλων πάντων· τὰς δ’ ἀκριβείας κείνας ἀκούω τε καὶ καταγελῶ τῶν ἀπαγγελλόντων· σμικρὰ μὲν γὰρ ἀπειθούντων τῶν ἀνθρώπων, οὐκ οἶδ ὅπως ἂν ἐλέγξαιμι· εἰ δ’ εἴη μείζονα τὰ ἁμαρτήματα, ὅντινα τρόπον ἐπισκέπτεσθαι χρὴ γράφω. Χρὴ δὲ πρῶτον μὲν τὸν ἄνθρωπον ἐν ᾧ μέλλει τις γνώσεσθαι τὰ ἀπειθεύμενα, ἅπασαν ἡμέρην ὁρᾷν ἐν τῷ αὐτῷ τε χωρίῳ καὶ τὴν αὐτὴν ὥρην, μάλιστά τ’ ἦμος ἠέλιος νεωστὶ καταλάμπει· τοῦτον γὰρ τὸν χρόνον ὑποκεκενωμένος ἂν εἴη, καὶ νῆστις ἂν ἔτι ἐστὶ, καὶ τεταλαιπωρηκὼς οὐδὲν πλὴν τῶν ὀρθρινῶν περιπάτων, ἐν οἷς ἥκιστα ἀπειθεῖ, ἤν γε ἐπανεγερθεὶς ὥνθρωπος ἐς τὴν περίοδον καταστῇ, ὥστε ἀνάγκη τὸν δικαίως διαιτώμενον μάλιστα ταύτην τὴν ὥρην ὁμαλῶς ἔχειν τὴν κατάστασιν τοῦ χρώματός τε καὶ τοῦ ξύμπαντος σώματος, διὸ καὶ ὁ ἐπιμελόμενος ὀξύτατός τ’ ἂν εἴη καὶ τὸν νόον καὶ τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦτον τὸν χρόνον. Ἐνθυμέεσθαι δὲ χρὴ καὶ τοῦ ἀνθρώπου τῆς τε γνώμης τοὺς τρόπους, τοῦ τε σώματος τὴν δύναμιν· ἄλλοι γὰρ ἄλλα ῥηϊδίως ἐπιτελοῦσι τῶν προστασσομένων καὶ χαλεπῶς.

Work

Title: Hippocrates: Prorrheticon II
English: Prorrhetic II
Original: Προρρητικὸν τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 6-74

Publisher: Baillière, Paris

Download

Hipp-Gr_056.xml [100 Kb]