Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prorrheticon II (Prorrhetic II)

Littré 1861

τὰς ῥῖναι καὶ τὴν φάρυγγα· ἢ γὰρ ἕλκος τι ἔχων φανεῖται ἐν τῷ χωρίῳ τούτῳ, ἢ βδέλλαν.

18. Ὀφθαλμοὶ δὲ λημῶντες ἄριστα ἐπαλλάττουσιν, ἢν τό τε δάκρυον καὶ ἡ λήμη καὶ τὸ οἴδημα ἄρξηται ὁμοῦ γενόμενα. Ἤν δὲ τὸ μὲν δάκρυον τῇ λήμῃ μεμιγμένον ᾖ καὶ μὴ θερμὸν ἰσχυρῶς, ἡ δὲ λήμη λευκή τε ᾖ καὶ μαλθακὴ, τό τε οἴδημα ἐλαφρόν τε καὶ λελυμένον· εἰ γὰρ οὕτω ταῦτ’ ἔχοι, ξυμπλάσσοιτ’ ἂν ὀφθαλμὸς ἐς τὰς νύκτας ὥστε ἀνώδυνος εἶναι, καὶ ἀκινδυνότατον οὕτως ἂν εἴη καὶ ὀλιγοχρονιώτατον. Εἰ δὲ τὸ δάκρυον χωρέει πουλὺ καὶ θερμὸν ξὺν ὀλιγίστῃ λήμῃ καὶ σμικρῷ οἰδήματι, εἰ μὲν ἐκ τοῦ ἑτέρου τῶν ὀφθαλμῶν, χρόνιον μὲν κάρτα γίνεται, ἀκίνδυνον δὲ· καὶ ἀνώδυνος οὗτος ὁ τρόπος ἐν τοῖσι μάλιστα. Τὴν δὲ κρίσιν ὑποσκέπτεσθαι, τὴν μὲν πρώτην, ἐς τὰς εἴκοσιν ἡμέρας· ἢν δ’ ὑπερβάλλῃ τοῦτον τὸν χρόνον, ἐς τὰς τεσσαράκοντα προσδέχεσθαι· ἢν δὲ μηδ’ ἐν ταύτῃσι παύηται, ἐν τῇσιν ἑξήκοντα κρίνεται. Παρὰ πάντα δὲ τὸν χρόνον τοῦτον ἐνθυμεῖσθαι τὴν λήμην, ἢν ἐν τῷ δακρύῳ τε μίσγηται καὶ λευκή τε καὶ μαλθακὴ γίνηται, μάλιστα δ’ ὑπὸ τοὺς χρόνους τοὺς κρισίμους· ἢν γὰρ μέλλῃ παύεσθαι, ταῦτα ποιήσει. Εἰ δὲ οἱ ὀφθαλμοὶ ἀμφότεροι ταῦτα πάθοιεν, ἐπικινδυνότεροι γίνονται ἑλκωθῆναι· ἡ δὲ κρίσις ἐλάσσονος χρόνου ἔσται. Λῆμαι δὲ ξηραὶ ἐπώδυνοι κάρτα, κρίνονται δὲ ταχέως, ἢν μὴ τρῶμα λάβῃ ὁ ὀφθαλμός. Οἴδημα δὲ ἢν μέγα ᾖ, ἀνώδυνόν τε καὶ ξηρὸν ἀκίνδυνον· εἰ δὲ εἴη ξὺν ὀδύνῃ, κακὸν μὲν ξηρὸν ἐὸν καὶ ἐπικίνδυνον ἑλκῶσαί τε τὸν ὀφθαλμὸν καὶ ξυμφῦσαι· δεινὸν δὲ καὶ ξὺν δακρύῳ τε ἐὸν καὶ ὀδύνῃ· εἰ γὰρ δάκρυον χωρέει θερμὸν καὶ ἁλμυρὸν, κίνδυνος τῇ τε κόρῃ ἑλκωθῆναι καὶ

Work

Title: Hippocrates: Prorrheticon II
English: Prorrhetic II
Original: Προρρητικὸν τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 6-74

Publisher: Baillière, Paris

Download

Hipp-Gr_056.xml [100 Kb]