De Corde (Heart)
Littré 1861
τοῦ αἵματος, διαβάλλουσα τὰς ἀκτῖνας, καὶ νεμομένη ὥσπερ ἐκ νηδύος καὶ ἐντέρων τὴν τροφὴν, καὶ τοῦτο κατὰ φύσιν· ὅκως δὲ μὴ ἀνακωχῇ τὸ σιτίον τὰ ἐνεόντα ἐν τῇ ἀρτηρίῃ ἐν ζάλῃ ἐὸν, ἀποκλείει τὴν ἐπ’ αὐτὴν κέλευθον· ἡ γὰρ μεγάλη ἀρτηρίη βόσκεται τὴν γαστέρα καὶ τὰ ἔντερα, καὶ γέμει τροφῆς οὐχ ἡγεμονικῆς. Ὅτι δὲ οὐ τρέφεται βλεπομένῳ αἵματι δῆλον ὧδε· ἀποσφαγέντος τοῦ ζώου, σχισθείσης τῆς ἀριστερῆς κοιλίης, ἐρημίη φαίνεται πᾶσα, πλὴν ἰχῶρός τινος καὶ χολῆς ξανθῆς καὶ τῶν ὑμενέων, περὶ ὧν ἤδη μοι πέφανται· ἡ δὲ ἀρτηρίη οὓ λειφαιμοῦσα, οὐδὲ ἡ δεξιὴ κοιλίη. Τουτέῳ μὲν οὖν τῷ ἀγγείῳ κατ’ ἐμὸν νόον ἥδε ἡ πρόφασις τῶν ὑμένων.
12. Τὸ δ’ αὖ φερόμενον ἐκ τῆς δεξιῆς, ζυγοῦται μὲν καὶ τοῦτο τῇ ξυμβολῇ τῶν ὑμένων, πλὴν οὐ κάρτα ἔθρωσκεν ὑπὸ ἀσθενείης· ἀλλ’ ἀνοίγεται μὲν ἐς πνεύμονα, ὡς αἷμα παρασχεῖν αὐτῷ εἰς τὴν τροφὴν, κλείεται δὲ ἐς τὴν καρδίην οὐχ ἁρμῷ, ὅκως ἐσίῃ μὲν ὁ ἠὴρ, οὐ
Work
Title: De Corde
English: Heart
Original: Περὶ καρδίης
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 80-92
Publisher: Baillière, Paris
Download
Hipp-Gr_057.xml [14.8 Kb]