De Natura Ossium (Nature of Bones)
Littré 1861
αὐτόν. Ὀλίγαιμοι δὲ καὶ λεπταὶ αἱ ἀπὸ τοῦ πνεύμονος ἔσωθεν γενόμεναι
τῇ φύσει ἀραιοῦ ἐόντος, ἐς τὴν καρδίην, ἅτε ὑπ’ αὐτέου ἐξαθελγόμεναι,
ἐγκεχαλίνωνται περὶ τὰ ὦτα αὐτέης, καὶ ἐς τὰ κοῖλα
τὰ ἐντὸς διεῤῥυήκασιν. Ἐμβάλλουσι δὲ καὶ αἱ πρότεραι καὶ αὗται
ἐς αὐτήν· ἐν γὰρ στενοχωρίῃ τῆς διόδου ἐνίδρυται ὡς ἐκ παντὸς
τοῦ σώματος τὰς ἡνίας ἔχουσα· διὸ καὶ παντὸς τοῦ σώματος περὶ
τὸν θώρηκα μάλιστά ἐστιν ἡ αἴσθησις. Καὶ τῶν χρωμάτων αἱ μεταβολαὶ
γίνονται, ταύτης ἀποσφιγγούσης τὰς φλέβας καὶ χαλώσης·
χαλώσης μὲν οὖν, ἐρυθρὰ τὰ χρώματα γίνεται καὶ εὔχροα καὶ διαφανέα·
συναγούσης δὲ, χλωρὰ καὶ πελιδνά· τὰ τοιαῦτα δὲ παραλλάσσει
ἐκ τῶν παρεόντων ἑκάστῳ χρωμάτων.
Work
Title: De Natura Ossium
English: Nature of Bones
Original: Περὶ ὀστέων φύσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 168-196
Publisher: Baillière, Paris
Download
Hipp-Gr_060.xml [43 Kb]