Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Praeceptiones (Precepts)

Littré 1861

αὐτὸν πορεύσῃ μὴ ξυνθέμενος, ἢ ὅτι ἀμελήσεις, καὶ οὐχ ὑποθήσεις τινὰ τῷ παρεόντι. Ἐπιμελεῖσθαι οὖν οὐ δεῖ περὶ στάσιος μισθοῦ· ἄχρηστον γὰρ ἡγεύμεθα ἐνθύμησιν ὀχλεομένῳ τὴν τοιαύτην, πουλὺ δὲ μᾶλλον ἐν ὀξεῖ νοσήματι· νόσου γὰρ ταχύτης καιρὸν μὴ διδοῦσα ἐς ἀναστροφὴν οὐκ ἐποτρύνει τὸν καλῶς ἰητρεύοντα ζητεῖν τὸ λυσιτελὲς, ἔχεσθαι δὲ δόξης μᾶλλον· κρέσσον οὖν σωζομένοισιν ὀνειδίζειν ἢ ὀλεθρίως ἔχοντας προμύσσειν.

5. Καί τοι ἔνιοι νοσέοντες ἀλλάσσουσι, τὸ ξενοπρεπὲς καὶ τὸ ἄδηλον προκρίνοντες, ἄξιοι μὲν ἀμελίης, οὐ μέντοι γε κολάσιος· διὸ τουτέοισιν ἀντιτάξῃ εἰκότως μεταβολῆς ἐπὶ σάλου πορευομένοισιν.

Work

Title: Hippocrates: Praeceptiones
English: Precepts
Original: Παραγγελίαι

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 250-272

Publisher: Baillière, Paris

Download

Hipp-Gr_063.xml [21 Kb]