Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Praeceptiones (Precepts)

Littré 1861

Τίς γὰρ ὦ πρὸς Διὸς ἠδελφισμένος ἰητρὸς ἰητρεύειν πεισθείη ἀτεραμνίῃ; ὥστ’ ἐν ἀρχῇ ἀνακρίνοντα πᾶν πάθος μὴ οὐχ ὑποθέσθαι τινὰ ξυμφέροντα ἐς θεραπηΐην, ἀποθεραπεῦσαί τε τὸν νοσέοντα καὶ μὴ παριδεῖν.

6. Τῆς δ’ ἐπικαρπίης, μὴ ἄνευ τῆς ἐπισκευαζούσης πρὸς μάθησιν ἐπιθυμίης. Παρακελεύομαι δὲ μὴ λίην ἀπανθρωπίην εἰσάγειν, ἀλλ’ ἀποβλέπειν ἔς γε περιουσίην καὶ οὐσίην· ὁτὲ δὲ προῖκα, ἀναφέρων μνήνην εὐχαριστίης προτέρην ἢ παρεοῦσαν εὐδοκίην. Ἢν δὲ καιρὸς εἴη χορηγίης ξένῳ τε ἐόντι καὶ ἀπορέοντι, μάλιστα ἐπαρκέειν τοῖσι τοιουτέοισιν· ἢν γὰρ παρῇ φιλανθρωπίη, πάρεστι καὶ φιλοτεχνίη. Ἔνιοι γὰρ νοσέοντες ᾐσθημένοι τὸ περὶ ἑωυτοὺς πάθος μὴ ἐὸν ἐν ἀσφαλείῃ, καὶ τῇ τοῦ ἰητροῦ ἐπιεικείῃ εὐδοκέοντες, μεταλλάσσονται ἐς ὑγιείην. Εὖ δ’ ἔχει νοσεόντων μὲν ἐπιστατέειν, ἕνεκεν ὑγιείης· ὑγιαινόντων δὲ φροντίζειν, ἕνεκεν ἀνοσίης· φροντίζειν καὶ ὑγιαινόντων, ἕνεκεν εὐσχημοσύνης.

7. Οἱ μὲν οὖν ἐόντες ἐν βυθῷ ἀτεχνίης τῶν προλελεγμένων οὐκ ἂν αἰσθάνοιντο. Καὶ γὰρ οὗτοι ἀνίητροι ἐόντες, ἐλέγχη, ἐκ ποδὸς ὑψεύμενοι, τύχης γε μὴν δεόμενοι, ὑπό τινων εὐπόρων καὶ ἀσθενῶν

Work

Title: Hippocrates: Praeceptiones
English: Precepts
Original: Παραγγελίαι

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 250-272

Publisher: Baillière, Paris

Download

Hipp-Gr_063.xml [21 Kb]