Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Praeceptiones (Precepts)

Littré 1861

Πολυτελεῖς γὰρ ἀπορέουσιν ἐόντες, κακοτροπίῃ προσκυρεῦντες καὶ ἀχαριστέοντες ξυντυχεῖν, δυνατοὶ ἐόντες εὐπορέειν, διαντλίζονται περὶ μισθαρίων, ἀτρεκέως ἐθέλοντες ὑγιέες εἶναι εἵνεκεν ἐργασίης τόκων ἢ γεωργίης, ἀφροντιστέοντες μὴ ὑπὲρ αὐτέων λαμβάνειν.

8. Περὶ σημασίης τοιαύτης ἅλις ἔστω· ἄνεσις γὰρ καὶ ἐπίτασις νοσέοντος ἐπινέμησιν ἰητρικὴν κέχρηνται. Οὐκ ἄσχημον δὲ, οὐδ’ ἤν τις ἰητρὸς στενοχωρέων τῷ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῇ ἀπειρίῃ κελεύῃ καὶ ἑτέρους εἰσάγειν εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος. Ἐν γὰρ κακοπαθείης παρεδρίῃ, ἐπιτείνοντος τοῦ πάθεος, δι’ ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τῷ παρεόντι· θαῤῥητέον

Work

Title: Hippocrates: Praeceptiones
English: Precepts
Original: Παραγγελίαι

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 250-272

Publisher: Baillière, Paris

Download

Hipp-Gr_063.xml [21 Kb]