Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Praeceptiones (Precepts)

Littré 1861

ἀγακλεῶς ἐπιθυμέεις, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς· ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίη· ἀπαρνέομαι γὰρ εἰς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν· περιποιήσῃ γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην.

13. Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης· παρεόντων μὲν οὐδὲν ἐπιτελέει· ἀπεόντων δὲ μνήμη ἀνεκτή. Γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν ὅρκοις τε παμμεγέθεσι, θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νόσου, ἀναγνώσιος ξυνεχείης, κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένου, καὶ πρινὴ νούσῳ καταπορέωσιν ἠθροισμένοι. Τῶν μὲν οὖν τοιουτέων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπηΐης ξυλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθεῖν· ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τουτέοισι διεφθαρμένη. Τουτέων οὖν δι’ ἀνάγκην ἀξυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τριβὴν, μὴ τὴν τήρησιν

Work

Title: Hippocrates: Praeceptiones
English: Precepts
Original: Παραγγελίαι

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 250-272

Publisher: Baillière, Paris

Download

Hipp-Gr_063.xml [21 Kb]