Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Praeceptiones (Precepts)

Littré 1861

δογμάτων ἱστορίης. Τίς γὰρ ἐπιθυμεῖ δογμάτων πολυσχιδίην ἀτρεκέως ἱστορέειν, μή γε χειροτριβίης ἀτρεμεότητι; διὸ παραινέω τουτέοισι λέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν.

14. Ξυνεσταλμένης διαίτης, μὴ μακρὴν ἐγχειρέειν· τοῦ κάμνοντος χρονίη ἡ ἐπιθυμίη· ἀνίστησι καὶ ξυγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον. Ὡς μέγας φόβος φυλακτέος, καὶ χάρας δεινότης. Ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη. Ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον. Ἀσαφίη δὲ γλώττης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ οὔατα, πρίν τε πρότερα ἐξαγγεῖλαι, ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν, ἕτερα ἐπιδιανοεῖσθαι· τὸ μὲν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα ξυμβαίνει φιλοτεχνοῦσιν. Ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε πάμπουλυς. Νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου. Μικρὴ αἰτίη ἄκεσι λύεται, ἢν μή τι περὶ τόπον καίριον

Work

Title: Hippocrates: Praeceptiones
English: Precepts
Original: Παραγγελίαι

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 250-272

Publisher: Baillière, Paris

Download

Hipp-Gr_063.xml [21 Kb]