Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Crisibus (Crises)

Littré 1861

29. Κἢν πυρέσσοντι ἱδρὼς ἐπιγένηται μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην σημαίνει.

30. Πυρέσσοντι ψυχροὶ ἱδρῶτες ἐπιγενόμενοι μακρὸν τὸν πυρετὸν σημαίνουσιν.

31. Ἱδρὼς πουλὺς ἀκρήτως γινόμενος ὑγιαίνοντι νόσον σημαίνει, θέρεος μὲν μείω, ψύξεως δὲ πλείω.

32. Οἷσι τὰ ὑποχωρήματα, ἐὰν ἐάσῃς ξυστῆναι, ὑφίσταται ὁκοῖον ξύσματα, ἢν ὀλίγα, ὀλίγη ἡ νοῦσος, ἢν πολλὰ, πολλή· τουτέοισι ξυμφέρει τὴν κοιλίην ἐπικλύζειν. Ὁκόσοις δὲ ἐν τῇ κάτω ὑποχωρήσει χολῆς μελαίνης ὕπεστιν, ἢν πλεῖον, πλείων ἡ νοῦσος, ἢν ἐλάσσω, ἐλάσσων.

33. Ἐὰν αἱ φλέβες σφύζωσι, καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ λαπαρὰ, ἀλλὰ ἐπηρμένα, χρονίη ἡ νοῦσος, καὶ ἄνευ σπασμοῦ οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινέων ῥύσιος, ἢ ὀδύνης ἰσχυρῆς.

34. Καὶ οἱ παλμοὶ ἐν τῇσι χερσὶ πουλυχρονίου πυρετοῦ σημεῖον, ἢ κρίσεως ξυντόμου ἐπὶ τὸ κάκιον· καὶ ἐπὶ τούτων τὰ πλεῖστα ἅπερ ἐς θάνατον.

35. Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ἀπόλλυσθαι μέγιστα σημεῖα ἀπ’ ἀρχῆς γίνεται· δυσπνόητοι γάρ εἰσιν καὶ οὐ κοιμέονται τὰς νύκτας καὶ τὰ σημεῖα προφαίνουσιν ἐπικίνδυνα.

36. Ξυνεχοῦς δὲ πυρετοῦ ἐὰν τεταρταῖος πονῆται καὶ ἑβδομῖος, καὶ μὴ κριθῇ ἑνδεκαταῖος, ὀλέθριος ὡς τὰ πολλὰ.

37. Ὅσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν ταῖς τέσσαρσιν ἡμέραις ἀπόλλυνται· ἢν δὲ ταύτας ἀποφύγωσιν, ὑγιέες γίνονται.

38. Ἐν τοῖσι καύσοισιν, ἐὰν ἐπιγένηται ἴκτερος καὶ λὺγξ πεμπταίῳ ἐόντι, θανατῶδες.

Work

Title: Hippocrates: De Crisibus
English: Crises
Original: Περὶ κρισῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1861

Series: Oeuvres complètes d'Hippocrate

Volume: 9

Pages: 276-294

Publisher: Baillière, Paris

Download

Hipp-Gr_064.xml [30 Kb]