Epistulae, Decretum, Orationes (Letters, Decree, Speeches)
Littré 1861
πρήσσειν τὰ μηδενὸς ἄξια, πάντες ἄνθρωποι τὸν βίον ἀναλίσκουσι,
γελώτων ἄξια διοικεῦντες. Ἐγὼ δέ φημι, λέγε πρὸς θεῶν, μήποτε
γὰρ διαλανθάνῃ ἅπας ὁ κόσμος νοσέων, καὶ οὐκ ἔχει ὅκου διαπέμψηται
πρεσβείην πρὸς θεραπείην· τί γὰρ ἂν εἴη ἔξω αὐτέου; ὁ δ’
ὑπολαβὼν, πλλαί γε, φησὶν, ἀπειρίαι κόσμων εἰσὶν, Ἱππόκρατες,
καὶ μηδαμῶς, ἑταῖρε, κατασμικρολόγει πλουσίην τὴν φύσιν ἐοῦσαν.
Ἀλλὰ ταῦτα μὲν, ἔφην, Δημόκριτε, διδάξεις ἐν ἰδίῳ καιρῷ, εὐλαβέομαι
γὰρ μή πως καὶ τὴν ἀπειρίην διεξιὼν γελᾷν ἄρξῃ· ἴσθι δὲ
νῦν περὶ τοῦ σέο γέλωτος τῷ βίῳ λόγον δώσων. Ὁ δὲ μάλα τρανὸν
ἐπιδών μοι, δύο, φησὶ, τοῦ ἐμοῦ γέλωτος αἰτίας δοκέεις, ἀγαθὰ καὶ
φαῦλα· ἐγὼ δὲ ἕνα γελῶ τὸν ἄνθρωπον, ἀνοίης μὲν γέμοντα, κενεὸν
δὲ πρηγμάτων ὀρθῶν, πάσῃσιν ἐπιβουλῇσι νηπιάζοντα, καὶ μηδεμιῆς
ἕνεκεν ὠφελείης ἀλγέοντα τοὺς ἀνηνύτους μόχθους, πείρατα γῆς
καὶ ἀορίστους μυχοὺς ἀμέτροισιν ἐπιθυμίῃσιν ὁδεύοντα, ἄργυρον
τήκοντα καὶ χρυσὸν, καὶ μὴ παυόμενον τῆς κτήσιος ταύτης, αἰεὶ
δὲ θορυβεύμενον περὶ τὸ πλέον, ὅκως αὐτοῦ ἐλάσσων μὴ γένηται·
καὶ οὐδὲν αἰσχύνεται λεγόμενος εὐδαίμων, ὅτι χάσματα γῆς
ὀρύσσει δεσμίων χερσὶν, ὧν οἱ μὲν ὑπὸ σομφῆς ἐπιπεσούσης τῆς γῆς
Work
Title: Epistulae, Decretum, Orationes
English: Letters, Decree, Speeches
Original: Ἐπιστολαί, Δόγμα, Ἐπιβώμιος, Πρεσβευτικὸς Θεσσαλοῦ
Domains: Medicine, Ethics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 312-428
Publisher: Baillière, Paris
Download
Hipp-Gr_066.xml [160 Kb]