Epistulae, Decretum, Orationes (Letters, Decree, Speeches)
Littré 1861
ἐφθάρησαν, οἱ δὲ πολλῷ χρόνῳ ταύτην ἔχοντες τὴν ἀνάγαην ὡς ἐν
πατρίδι τῇ κολάσει παραμένουσιν, ἀργύριον καὶ χρυσίον μαστεύοντες,
ἴχνη κόνιος καὶ ψήγματα ἐρευνῶντες, ψάμμον ἄλλην ἀλλαχόθεν
ἀγείροντες, καὶ τῆς γῆς φλέβας ἐκτέμνοντες, ἐς περιουσίην αἰεὶ
βωλοκοπέοντες, ποιέοντες ἐκ γῆς τῆς μητρὸς πολεμίην γῆν, καὶ
τὴν αὐτὴν ἐοῦσαν καὶ θαυμάζουσι καὶ πατέουσιν· ὅσος γέλως,
ἐπιμόχθου καὶ κρυφίης γῆς ἐρῶσι τὴν φανερὴν ὑβρίζοντες. Κύνας
ὠνεῦνται, οἱ δ’ ἵππους, οἱ δὲ χώρην πολλὴν περιορίζοντες ἰδίην ἐπιγράφουσιν,
καὶ πολλῆς ἐθέλοντες δεσπόζειν οὐδὲ αὐτέων δύνανται·
γαμεῖν σπεύδουσιν, ἃς μετ’ ὀλίγον ἐκβάλλουσιν, ἐρῶσιν, εἶτα μισέουσι,
μετ’ ἐπιθυμίης γεννῶσιν, εἶτ’ ἐπβάλλουσι τελείους. Τίς ἡ
κενὴ σπουδὴ καὶ ἀλόγιστος, μηδὲν μανίης διαφέρουσας πολεμοῦσιν
ἔμφυλον, ἠρεμίην οὐχ αἱρετίζοντες· ἀντενεδρεύουσι βασιλέας, ἀνδροφονέουσι,
γῆν ὀρύσσοντες ἀργύριον ζητοῦσιν, ἀργύριον εὑρόντες
γῆν ἐθέλουσι πρίασθαι, ὠνησάμενοι γῆν καρποὺς πιπράσκουσι, καρποὺς
ἀποδόμενοι πάλιν ἀργύριον λαμβάνουσιν. Ἐν ὅσῃσι μεταβολῇσιν
εἰσὶν, ἐν ὅσῃ κακίῃ· οὐσίην μὴ ἔχοντες οὐσίην ποθέουσιν,
ἔχοντες κρύπτουσιν, ἀφανίζουσιν. Καταγελῶ ἐφ’ οἷσι κακοπραγέουσιν,
ἐπιτείνω τὸν γέλωτα ἐφ’ οἷς δυστυχέουσι, θεσμοὺς γὰρ ἀληθείης
Work
Title: Epistulae, Decretum, Orationes
English: Letters, Decree, Speeches
Original: Ἐπιστολαί, Δόγμα, Ἐπιβώμιος, Πρεσβευτικὸς Θεσσαλοῦ
Domains: Medicine, Ethics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 312-428
Publisher: Baillière, Paris
Download
Hipp-Gr_066.xml [160 Kb]