Epistulae, Decretum, Orationes (Letters, Decree, Speeches)
Littré 1861
μένοι, οἱ μὲν ἀναίσχυντοι, οἱ δὲ φειδωλοὶ, οἱ δὲ ἄπληστοι, οἷ μὲν
φονεῦντες, οἱ δὲ τυπτόμενοι, οἱ δὲ ὑπερηφανεῦντες, οἱ δὲ ἐπτοημένοι
κενοδοξίῃ· καὶ οἱ μὲν ἵπποισι παρεστεῶτες, οἱ δὲ ἀνδράσιν, οἱ δὲ
κυσὶν, οἱ δὲ λίθοισιν ἢ ξύλοισιν, οἱ δὲ χαλκῷ, οἱ δὲ γραφῇσι· καὶ
οἱ μὲν ἐν πρεσβείαις, οἱ δὲ ἐν στρατηγίῃσιν, οἱ δὲ ἐν ἱερωσύνῃσιν,
οἱ δὲ στεφανηφορέοντες, οἱ δὲ ἔνοπλοι, οἱ δ’ ἀποκτεινόμενοι.
Φέρονται δὲ τουτέων ἕκαστοι, οἱ μὲν ἐπὶ ναυμαχίην, οἱ δὲ ἐπὶ
στρατείην, οἱ δὲ ἐπ’ ἀγροικίην, ἕτεροι δὲ ἐπὶ φορτίδας ναῦς, οἱ
δὲ ἐς ἀγορὴν, ἕτεροι δ’ ἐπ’ ἐκκλησίην, οἱ δὲ ἐπὶ θέητρον, οἱ δὲ
ἐς φυγὴν, ἄλλοι δὲ ἀλλαχόσε· καὶ οἱ μὲν ἐς φιληδονίην καὶ ἡδυπαθείην
καὶ ἀκρασίην, οἱ δὲ ἐς ἀργίην καὶ ῥᾳθυμίην. Τὰς ἀναξίους
οὖν καὶ δυστήνους ψυχὰς ὁρεῦντες καὶ τοσαύτας, πῶς μὴ χλευάσωμεν
τὸν τοιήνδε ἀκρασίην ἔχοντα βίον αὐτέων; κάρτα γὰρ ἔλπομαι
μηδὲ τὴν σὴν ἰητρικὴν ἁνδάνειν αὐτέοισιν· δυσαρεστέονται γὰρ ὑπ’
ἀκρασίης ἅπασι, καὶ μανίην τὴν σοφίην νομίζουσιν. Ἤπου γὰρ
ὑπονοέω σαφέως λωβᾶσθαί σου τὰ πολλὰ τῆς ἐπιστήμης ἢ διὰ φθόνον
ἢ δι’ ἀχαριστίην· οἵ τε γὰρ νοσέοντες ἅμα τῷ σώζεσθαι τὴν
Work
Title: Epistulae, Decretum, Orationes
English: Letters, Decree, Speeches
Original: Ἐπιστολαί, Δόγμα, Ἐπιβώμιος, Πρεσβευτικὸς Θεσσαλοῦ
Domains: Medicine, Ethics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 312-428
Publisher: Baillière, Paris
Download
Hipp-Gr_066.xml [160 Kb]